1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

8

ἐπορεύοντο τὰ ζῶα, καὶ οἱ τροχοὶ ᾔροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς. Ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς. Τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος διδάσκει Παῦλος, τῶν ἀοράτων φύσεων καταλέγων τὰ τάγματα καὶ ταῖς ἄλλαις δυνάμεσι καὶ Θρόνους τινὰς συγκατατάττων. "Ἐν αὐτῷ γὰρ, φησὶν, ἐκτίσθη τὰ πάντα· τουτέστι, ἐν τῷ Χριστῷ· εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Ἐξουσίαι, εἴτε Ἄγγελοι, εἴτε ∆υνάμεις· πάντα ἐν αὐτῷ καὶ εἰς αὐτὸν ἔκτισται." Οὐκοῦν καὶ οἱ Θρόνοι λογικόν ἐστι καὶ ἀσώματον σύστημα· διὸ καὶ ὁ προ φήτης λέγει, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς, ὅθεν καὶ αὐτόματος ἦν κίνησις, καὶ ἐθελούσιος· οὔτε γὰρ ῥυμός τις καὶ ζυγὸς τοῖς ζώοις ἐπέκειτο· ἀλλ' ἡγεῖτο μὲν ἡ νεφέλη, τὸ δὲ βίαιον ἐκεῖνο καὶ σφοδρὸν ἠκολούθει πνεῦμα. Τὸ θεῖον ὄχημα αὐτόμα τον ἔθει, τῶν μὲν ζώων προηγουμένων, τῶν δὲ τρο χῶν αὐτομάτως κινουμένων, καὶ ἐπὶ τὰ τέσσαρα μέρη ἀμεταστρεπτὶ φερομένων. Οἱ γὰρ νῶτοι αὐτῶν, φησὶ, πλήρεις ὑπῆρχον ὀφθαλμῶν, τουτέστι, γνώσεως ἦσαν ἀνάπλεοι· τοῦτο δὲ καὶ ἡ τῶν Χερουβὶμ ἑρμηνεία δηλοῖ· εἰς γὰρ τὴν Ἑλλάδα φωνὴν μεταφερόμενον πλῆθος γνώσεως ἑρμηνεύει τὸ ὄνομα. κβʹ-κεʹ. Καὶ ὁμοίωμα, φησὶν, ὑπὲρ κεφαλῆς αὐ τῶν τῶν ζώων ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυ στάλλου φοβεροῦ, ἐκτεταμένου ὑπὲρ κεφαλῆς αὐτῶν ὑπεράνωθεν. Καὶ ὑποκάτω τοῦ στερεώ ματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσ σόμεναι ἑκατέρα πρὸς τὴν ἑκατέραν· ἑκάστῳ 81.832 δύο ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν. Καὶ ἤκου σα τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πτερύσσεσθαι αὐτὰ, ὡς φωνὴν ὑδάτων πολ λῶν, ὡς φωνὴν Θεοῦ Σαδαΐ· καὶ ἐν τῷ πορεύε σθαι αὐτὰ, φωνὴν τοῦ λόγου, ὡς φωνὴν παρεμ βολῆς, καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν. Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐν τῷ ἑστάναι αὐτὰ ἀνίεντο αἱ πτέρυγες αὐτῶν. Πανταχοῦ ὁ θεῖος προφήτης τὸ ὁμοίωμα τίθησι, διδά σκων ἡμᾶς σκιαγραφίαν τινὰ τῶν θείων τεθεᾶσθαι, καὶ οὐκ αὐτὴν τῶν ἀοράτων τὴν φύσιν· εἰρηκὼς γὰρ ἄνω τεθεωρηκέναι διανοιχθέντας τοὺς οὐρανοὺς, νῦν ἐπάνω τῶν ζώων ὡς ὁμοίωμα στερεώματος θεωρεῖ, καὶ τὰ ζῶα ὑποκείμενα, καὶ κινοῦντα τὰς πτέρυγας, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὴν ἄνωθεν φερομένην φωνήν· ἐκείνῃ γὰρ πειθόμενα, καὶ ἐκίνουν ταύτας, καὶ πάλιν ἀκινήτους ἐφύλαττον. ∆ιδάσκει δὲ ἡμᾶς καὶ τὸν ἐκεῖθεν φερόμενον κτύπον, νῦν μὲν πλήθει ὑδάτων ἀπεικάζων, νῦν δὲ φωνῇ παρεμβολῆς· καὶ τὸ τελευ ταῖον ἀπορήσας παραβολὴν ἐπήγαγεν, ὡς φωνὴν "Θεοῦ Σαδαῒ," ὅπερ Ἀκύλας καὶ Σύμμαχος ἱκανοῦ ἡρμήνευσαν. Τί γὰρ, φησὶ, κάμνω ζητῶν εἰκόνας τοῦ πράγματος ἀξίας, καὶ μηδαμῶς εὑρίσκων; Ἀρκεῖ δεῖξαι τὸν ἐνεργοῦντα, καὶ δι' ἐκείνου παραδηλῶσαι τοῦ κτύπου τὸ μέγεθος· ἱκανὸς γὰρ ὢν καὶ παντο δύναμος ποιεῖ πάντα ῥᾳδίως, ὡς βούλεται. κ ϛʹ. Καὶ ὑπεράνω, φησὶ, τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφεί ρου, ὁμοίωμα θρόνου ἐπ' αὐτῷ. Καὶ τοῦτο δὲ τὸ εἶδος, τὸ βαθὺ καὶ ἀόρατον τῆς θείας αἰνίττεται φύ σεως. "Νεφέλη γὰρ, φησὶ, καὶ γνόφος κύκλῳ αὐτοῦ." Καὶ πάλιν ὁ αὐτὸς προφήτης, "Ἔθετο, φησὶ, σκότος ἀποκρυφὴν αὑτοῦ." Τὸ δὲ σκότος, καὶ ἡ νεφέλη, καὶ ὁ γνόφος, τῆς θείας ἀορασίας ὑπάρχει δηλωτικά· τὸ γὰρ ἄκρατον ἐκεῖνο καὶ ἀπρόσιτον φῶς, ἡμῖν ἐστι σκότος, ἐνατενίζειν οὐ δυναμένοις διὰ τὴν τῆς φύ σεως ἀσθένειαν. Εἰ γὰρ τοῦ ἡλίου τὸν δίσκον τις ἀκριβῶς ἰδεῖν ἐθελήσας, ἐρείσειεν ἐκεῖ τὸ ὄμμα πλέον ἢ δεῖ, καὶ τὴν μετρίαν ἀπόλλυσι θεωρίαν, καὶ δρέ πεται σκότος ἀπὸ φωτὸς, τί οὐκ ἄν τις πάθοι τοῦ θείου, καὶ ἀπροσίτου κατατολμήσας φωτός; Καὶ ἐπὶ τοῦ ὁμοιώματος, φησὶ, τοῦ θρόνου, ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ' αὐτοῦ ἐπάνω θεν. (κζʹ, κηʹ.) Καὶ ἴδον ὡς ὅρασιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ 81.833 ὁράσεως ὀσφύος, καὶ ἕως ἐπάνω· καὶ ἴδον, καὶ ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως κάτω· εἶδον ὡς ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ. Ὡς ὅρασις τόξου, ὅτ' ἂν ᾖ ἐν τῇ νεφέλῃ