1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

97

νοι. Καὶ φόβος ἅπασιν ἐπιπεσεῖται τοῖς Αἰγυ πτίοις, τῆς Τάνεως μὲν ἐμπιπραμένης, ∆ιοσπόλεως δὲ πανωλεθρίαν ὑπομενούσης· τῆς δὲ δυνατωτάτης Σαϊ τῶν πόλεως χαλεπωτάταις περιπεσούσης συμφοραῖς· καὶ ἁπαξαπλῶς πυρὸς δίκην τῶν πολεμίων ἅπασαν κατανεμομένων τὴν Αἴγυπτον, ὡς καὶ τὴν ἐνδοτάτω κειμένην Συήνην τὸν ἐκ τούτων ὑποδέξασθαι θό ρυβον. Καὶ τὴν ἐξαπιναίως δὲ γενομένην ἔφοδον ἱκα νῶς παρεδήλωσεν, εἰρηκώς· "Ἔσονται ἐν Μέμφει πόλεμοι αὐθημερινοί"· ἅμα γὰρ τῇ ἀγγελίᾳ καὶ ἡ διαμάχη γενήσεται. Τὸ δὲ, "Ἐν ∆ιοσπόλει ἔσται ἔκ ρηγμα, καὶ διαχυθήσεται ὕδατα," τῶν τειχῶν ᾐνίξατο τὴν κατάλυσιν, καὶ τῶν πολεμίων τὴν εἴσοδον, δίκην ὑδάτων εἰσρεόντων, καὶ διαχεομένων εἰς ἁπάσας αὐ τῆς τὰς ἀγυιάς τε καὶ οἰκίας. Τούτοις προστέθεικεν· ιζʹ. Ὅτι καὶ οἱ νεανίσκοι Ἡλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται. ∆ῆλον δὲ ὅτι καὶ ἐπὶ τούτοις μέγα ἐφρόνουν, ὡς ἀριστεῦσι καὶ δυ νατοῖς· ἀλλὰ καὶ "Αἱ γυναῖκες, φησὶν, ἐν αἰχμαλω σίᾳ πορεύσονται." Εἶτα προστίθησιν· ιηʹ. Ὅτι καὶ τῇ Τάφναις συσκοτάσει ἡ ἡμέρα. Σημαίνων τὸ ἐκ τῶν συμφορῶν ἐπιγινόμε νον σκότος. Ταυτὸ δὲ τοῦτο πάλιν ἐσήμανεν, εἰρηκώς· "Καὶ αὐτὴν νεφέλη καλύψει." Οἱ γὰρ κακοῖς περι πίπτοντες οὐχ ὁμοίως ὁρῶσι τὸ φῶς, ἀλλὰ σκότου παντὸς ζοφωδεστέραν ὑπολαμβάνουσι τὴν ἡμέραν. Εἶτα τῶν γιγνομένων ἐδήλωσε τὸν σκοπόν. ιθʹ. Καὶ ποιήσω κρίματα ἐν Αἰγύπτῳ, καὶ γνώ σονται οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος. Ταῦτα γὰρ, φησὶν, ἅπαντα γενέσθαι συγχωρήσω, ἵνα καὶ οἱ Αἰγύπτιοι μάθωσι μὴ ἐφ' ἑαυτοῖς μέγα φρονεῖν, ἀλλὰ τὴν ἐμὴν δεσποτείαν γνωρίζειν. κʹ. Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, ἑβδόμῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων. Τοῦτο τὸ εἶδος καὶ παρὰ Ἱερεμίᾳ τῷ προφήτῃ εὑρίσκεται· καὶ γὰρ ἐκεῖνος σποράδην τίθησι τοὺς χρόνους, καὶ τιθεὶς πρότερα τὰ ἐπὶ Σεδεκίου γεγενημένα, ὃς ἔσχατος ἐβασίλευσε, πάλιν τὰ κατὰ τὸν Ἰωακεὶμ διηγεῖται, ὃς πρὸ ἐκεί νου τὴν βασιλείαν ἐπρυτάνευσεν. Αἴτιον δὲ τούτου τὸ μὴ ἱστορίαν αὐτοὺς ἁπλῶς συγγράφειν, ἀλλὰ προφητείας κατὰ χρόνους τινὰς γεγενημένας. Ἀναγ καίως δὲ καὶ μάλα εἰκότως τούτου νῦν ἐμνημόνευσε τοῦ χρόνου. Ἐπειδὴ γὰρ τοσοῦτον νέφος συμφορῶν ἠπείλησε τῇ Αἰγύπτῳ ἐν τῷ ἑβδόμῳ καὶ εἰκο στῷ ἔτει. διδάσκει ἡμᾶς τῆς τιμωρίας τὸ δί καιον. Ἐν γὰρ τῷ ἑνδεκάτῳ, φησὶν, ἔτει εἶπε Κύ ριος πρός με· (καʹ.) Υἱὲ ἀνθρώπου, τοὺς βρα χίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοῦναι αὐτῷ ἴασιν, τοῦ ἐπιθεῖναι αὐτῷ μάλαγμα, τοῦ δεθῆναι, 81.1117 καὶ κατισχύσαι, καὶ ἐπιλαβέσθαι μαχαίρας. Με τρίαν, φησὶν, ἐπήγαγον αὐτῷ τιμωρίαν, καὶ οὐκ ἠθέλησε τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις ἵνα πάλιν τῆς προτέρας ἐπιλάβηται δυναστείας. κβʹ-κδʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῖ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς, καὶ τεταμέ νους, καὶ τοὺς συντετριμμένους, καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἀπὸ τῆς χειρὸς αὐτοῦ. Καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. Καὶ κατισχύσω τοὺς βρα χίονας βασιλέως Βαβυλῶνος. Ἐπειδὴ γὰρ οὐκ ἐβουλήθη ταῖς μετρίαις σωφρονισθῆναι παιδείαις, μεγίσταις αὐτὸν ὑποβαλῶ τιμωρίαις, καὶ πάσης αὐ τὸν τῆς ἰσχύος γυμνώσω, ὡς μηδὲ τοῖς πολεμι κοῖς δυνηθῆναι χρήσασθαι ὀργάνοις, πάσης δὲ ἰσχύος καὶ δυνάμεως ἐμπλήσω τὸν Βαβυλώνιον· διὰ γὰρ τῶν βραχιόνων, καὶ ἐπὶ τοῦ Αἰγυπτίου, καὶ ἐπὶ τοῦ Βαβυλωνίου τὴν δύναμιν παρεδήλωσεν· ἐπειδὴ γὰρ διὰ τῶν βραχιόνων, καὶ τὰ πολεμικὰ πέφυκεν ἐνερ γεῖσθαι, "Καὶ δώσω, φησὶ, τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ· καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς." Ἐγὼ, φησὶν, ἐγχειρίσω αὐτῷ τὴν τιμωρητικὴν ἐνέργειαν, ὥστε τὰ προειρημένα πάντα τῇ Αἰγύπτῳ ποιῆσαι· ταῦτα δὲ πάλιν προστέθεικε, τῇ δευτερώσει τὰ πρότερα βεβαιῶν. ∆ιὸ ὡς σαφῆ καὶ ἐκ τῶν προερμηνευθέντων δῆλα γεγενημένα, κατέλιπον ἀνερμήνευτα.