1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

129

καὶ δι' ἐκείνου μαθήσεται τὰ ἔθνη τὸν τῶν ὅλων σέβειν Θεὸν, μείζονα τὰ κατὰ τὸν Γὼγ τοῦ σωτηρίου σταυροῦ, καὶ τοῦ θανάτου τοῦ τὸν θάνατον λύσαντος, καὶ τῶν θείων ἀποστόλων, οἳ τῷ φωτὶ τῆς θεογνω σίας τὴν οἰκουμένην κατηύγασαν. Ταῦτα μὲν γὰρ ἅπαντα οὐκ ἴσχυσε διδάξαι τὰ ἔθνη τὸν τῶν ὅλων Θεὸν, μόνη δὲ ἡ τοῦ Γὼγ ἀναίρεσις δῆλον αὐτὸν ἅπασι καταστήσει· οὕτω σαφῶς Ἰουδαΐζουσιν οἱ ταῦτα μυθολογοῦντες. Ἡμεῖς δὲ, τῇ θείᾳ πειθόμε νοι Γραφῇ, τὴν προειρημένην ἑρμηνείαν ἐποιησά μεθα, διδάξαντες, ὅτι ἐλήλυθεν οὗτος, καὶ πέρας τὰ κατ' αὐτὸν εἴληφε. Καὶ τότε μὲν ἔμαθε τὰ ἔθνη, ὡς οὐ διὰ τὴν θείαν ἀσθένειαν τὴν αἰχμαλωσίαν ὑπ έμενον οἱ Ἰουδαῖοι, ἀλλὰ διὰ τὴν σφῶν αὐτῶν παρανο μίαν· ἐπὶ δὲ τοῦ παρόντος, διὰ τοῦ ∆εσποτικοῦ θα νάτου καὶ τῆς ἀναστάσεως τὰς τῆς θεογνωσίας 81.1220 ἀκτῖνας ἐδέξατο τὰ ἔθνη, καὶ τῆς πατρῴας ἀσεβείας ἀπαλλαγέντα, προσκυνεῖν μεμαθήκαμεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα· αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ Ιʹ. ΚΕΦΑΛ. Μʹ. αʹ. Καὶ ἐγένετο ἐν τῷ εἰκοστῷ καὶ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ

πρώτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἐν τῷ τεσσαρεσκαιδε κάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν. Καὶ ἐν τεῦθεν δῆλός ἐστι ὁ προφήτης Ἰεχονίᾳ τῷ βασιλεῖ τῆς αἰχμαλωσίας κοινωνήσας· μεθ' ὃν Σεδεκίας ἐβα σίλευσε ἕνδεκα ἔτη ὀλίγων μηνῶν ἀποδέοντα· ἐν γὰρ τῷ ἑνδεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας ἥλω ἡ πόλις. Εἰκότως τοίνυν ἔφη, τὸ τῆς ἁλώσεως τῆς πόλεως τεσσαρεσκαιδέκατον ἔτος, τῆς αὐτῶν αἰχμαλω σίας πέμπτον εἶναι καὶ εἰκοστόν. Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυ ρίου. (βʹ.) Καὶ ἤγαγέ με ἐκεῖ ἐν ὁράσει Θεοῦ, ἤγαγε δέ με εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἔθηκέ με ἐπ' ὄρους ὑψηλοῦ σφόδρα, καὶ ἐπ' αὐ τοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι. Προθεσπί σας αὐτοῖς ὁ τῶν ὅλων Θεὸς τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον, καὶ τὴν οἰκείαν ὑποδείξας δύναμιν διὰ τῆς τῶν ξηρῶν ἐκείνων ὀστῶν ἀναστάσεως, προλέγει καὶ τῆς πόλεως καὶ τοῦ νεὼ τὴν οἰκοδομίαν· καὶ οὐ λό γοις κέχρηται μόνοις, ἀλλὰ καὶ θεωρίαν τοιαύτην ὑποδείκνυσι τῷ προφήτῃ, τῇ τοῦ θείου Πνεύματος ἐνεργείᾳ τῆς διανοίας αὐτοῦ φωτίσας τὸ ὀπτικόν. Ἵνα δὲ μὴ τὸ καθ' ἕκαστον ἑρμηνεύοντες ἀποκναί σωμεν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ τῷ μήκει τῶν λόγων, ἐν κεφαλαίῳ παράφρασίν τινα ποιή σασθαι βουλόμεθα τῶν ὑποδειχθέντων πνευματικῶς τῷ θεσπεσίῳ προφήτῃ. Λέγει τοίνυν, "Ἐν ὁράσει Θεοῦ," τουτέστι πνευματικῇ, οὐ σωματικῇ ὄψει, ἀπαχθῆναι μὲν αὐτοῦ τὴν διάνοιαν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, ἰδεῖν δὲ ἐπ' ὄρους τινὸς ὑψηλοῦ οἰκοδομίαν, καί τινα ἑστηκότα, τὸ μὲν εἶδος ἀνθρώπειον ἔχοντα, τὴν δὲ χρόαν λαμπροτάτου καὶ περικαλλεστάτου χαλ κοῦ, κάλαμον δὲ καὶ σπαρτίον οἰκοδομικὸν ἐπιφερό μενον, καὶ παρακελευόμενόν μοι, καὶ τὰ ὑποδεικνύ 81.1221 μενα θεωρεῖν, καὶ τῶν λεγομένων ἀκούειν. Τούτου γὰρ χάριν καὶ ἐληλυθέναι ἔφασκεν, ὥστε καὶ ὑπο δεῖξαι καὶ διδάξαι. "Ἵνα καὶ σὺ, φησὶ, ταῦτα δια πορθμεύσῃς τῷ οἴκῳ Ἰσραήλ." Εἶτα μετρῶν τῷ καλάμῳ ὑποδείκνυσί μοι ἅπαντα τῆς οἰκοδομίας τὰ μέτρα· καὶ πρῶτον μὲν τῶν πυλῶν τὰ μέτρα, καὶ τῶν καλουμένων οὐδῶν τε καὶ ὑπερθύρων, καὶ παραστάδων. Αἰλὰμ γὰρ ἑνικῶς τὴν παραστάδα κα λεῖ· αἰλαμὼθ δὲ πληθυντικῶς· καὶ θεὲ πάλιν, τόν τε οὐδὸν, καὶ τὸ ὑπέρθυρον· θεεὶμ δὲ, τὰ αὐτὰ πληθυν τικῶς. Οὕτω γὰρ εὗρον τούτων παρὰ τῷ Σύρῳ τὴν ἑρμηνείαν. Λέγει δὲ ἑωρακέναι οὐ μόνον τὰς ἐξωτέ ρας, ἀλλὰ καὶ τὰς ἔνδον πύλας, καὶ τὰς μεταξὺ πά λιν αὐλὰς, καὶ τὰς ἐκείνων ἐνδοτέρας. Αἱ μὲν γὰρ ἦσαν ἀφωρισμέναι τοῖς ἱερεῦσιν, αἱ δὲ πᾶσιν ἦσαν Ἰσραηλίταις βαταί· καὶ ἕνα μὲν ἐν κύκλῳ περίβο λον εἶχεν ὁ θεῖος νεὼς, μέγιστόν τε καὶ ὑψηλότατον· ἔνδον δὲ μετ' ἐκεῖνον τειχίοις ἑτέροις τὸ