1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

104

αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, καὶ πᾶν τὸ 81.1137 πλῆθος αὐτοῦ, καὶ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, καὶ οἱ καταβεβηκότες ἀπερίτμητοι εἰς γῆς βάθος. Ἔθος ἦν ἐν τοῖς πολέμοις κατὰ τὰ ἔθνη τὰ μνήματα γίγνεσθαι· τοὺς γὰρ οἰκείους συνάγοντες οἱ ὁμόφυλοι μιᾷ παρεδίδο σαν ταφῇ· τοῦτο τοίνυν καὶ ἐνταῦθα δεδήλωκε τὸ Αἰλὰμ ἔθνος πεποιηκέναι· Ἀσσυρίοις δὲ τοῦτο πελάζει. ∆ιδάσκει δὲ ὅτι καὶ ἀπερίτμητοι τὸν θάνα τον ἐδέξαντο, οὐδαμῶς τῆς ἀσεβείας ἀπαλλαγέντες. Εἶτα πάλιν εἰρηκὼς, ὅτι οἱ πάλαι πᾶσι φοβεροὶ τὴν οἰκείαν ἐδέξαντο βάσανον, καὶ παραπλησίως τοῖς ἄλλοις ἀπέθανον, ἐπήγαγεν· κεʹ. Ἑκάστῳ περικύκλῳ ἡ ταφὴ αὐτοῦ, πάντων ἀπεριτμήτων τραυματιῶν μαχαίρᾳ. Λέγει δὲ τὰ ἄλλα ἔθνη τὰ ταύτην δεξάμενα τὴν σφαγήν. κʹ. Ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβέλ. Θοβὲλ δὲ καλοῦνται οἱ Ἴβηρες, Μοσὸχ δὲ Καππαδόκαι. Πάλιν δὲ ταὐτὰ εἰρηκὼς, ἃ καὶ περὶ τῶν Αἰλα μιτῶν εἴρηκεν, ἐπήγαγε· κζʹ. Καὶ ἔθηκαν τὰς μαχαίρας αὑτῶν ὑπὸ τὰς κεφαλὰς αὑτῶν. Περιττὰ γὰρ τὰ ὅπλα, τῶν τούτοις κεχρημένων, ἀνῃρημένων. Λέγει δὲ καὶ τῆς σφαγῆς τὴν αἰτίαν· "Καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστῶν αὐτῶν." ∆ίκας, φησὶ, τῆς ἀσεβείας ἐξέτισαν. Εἶτα καὶ τῆς ἀσεβείας τὸ εἶδος παραδηλοῖ· "Ὅτι ἐξεφόβησαν γίγαντες ἐν τῇ ζωῇ αὑτῶν, καὶ φόβος δυναστευόντων ἐγένοντο ἐν τῇ γῆ τῶν ζώντων." Τοσαύτῃ γὰρ, φησὶν, ἐχρήσαντο ὠμότητι καὶ θρασύτητι, ὡς πᾶσιν ἐπιθεῖναι φόβον, οὐ μόνον τοῖς εὐτελέσιν, ἀλλὰ καὶ τοῖς ἐπὶ ἰσχύϊ καὶ δυνα στείᾳ μεγαλοφρονοῦσι. ∆ιὸ, φησὶ, τοῖς ἀναιρεθεῖσιν ὑπὸ σοῦ καὶ τὴν σφαγὴν ἐδέξω παραπλησίαν. Ταῦτα δ' ὑπέμειναν καὶ τὰ ἄλλα ἔθνη. κθʹ. Ἐκεῖ γὰρ Ἐδὼμ, καὶ βασιλεῖς αὐτῆς, καὶ πάντες οἱ ἄρχοντες αὐτῆς, οἱ δόντες τὴν ἰσχὺν αὑτῶν εἰς τραύματα μαχαίρας. Τουτ έστιν, οἱ τῇ ἰσχύϊ εἰς μιαιφονίαν χρησάμενοι. Καὶ τούτους δὲ δείξας ὁμοίως ἀναιρεθέντας, ὁμοίως ἐπήγαγε· λʹ. Ἐκεῖ οἱ ἄρχοντες τοῦ βοῤῥᾶ πάντες αὐτοὶ, πάντες οἱ στρατηγοὶ τοῦ Ἀσσοὺρ, οἵτινες κατήχθησαν μετὰ τραυματιῶν σὺν τῷ φόβῳ αὑτῶν. "Ἐξελεύσεται γὰρ τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὑτοῦ, ὥς φησιν ὁ θεῖος ∆αβίδ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ." Τοῦτο καὶ ἐνταῦθα ὁ Θεὸς ἔφη· "Οἵτινες κατήχθησαν μετὰ τραυματιῶν σὺν τῷ φόβῳ αὐτῶν·" τῷ γὰρ θανάτῳ καὶ ὁ τῆς δυναστείας συγ κατελύθη φόβος. "Ἡττηθέντες, φησὶν, ἀπὸ τῆς ἰσχύος αὐτῶν," τουτέστι, γυμνοὶ καὶ ἔρημοι τῆς 81.1140 ἰσχύος ἐγένοντο. "Αἰσχυνόμενοι ἐκοιμήθησαν ἀπερίτμητοι." Οὐδὲν γὰρ οὕτως αἰσχύνης ἀνα πίμπλησιν, ὡς πονηροῦ συνειδότος κατηγορία. Ἀπε ριτμὴτους δὲ πάλιν ἐκάλεσε τοὺς τῆς ἁμαρτίας μὴ περιτέμνοντας τὰ περιττώματα. Εἶτα εἰρηκὼς, ὅτι ἔλαβον τὴν βάσανον αὑτῶν μετὰ τῶν καταβαινόν των εἰς βόθρον, τουτέστι τὴν τιμωρίαν, ἐπήγαγεν· λαʹ, λβʹ. Ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐ τῶν, τραυματίαι μαχαίρας Φαραὼ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος· Ὅτι ἔδωκε τὸν φόβον αὑτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμη θήσεται ἐν μέσῳ ἀπεριτμήτων τραυματιῶν μαχαίρας Φαραὼ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέ γει Ἀδωναῒ Κύριος. Εἰς ἐκείνους γὰρ, φησὶν, ἀφ ορῶν ὁ Φαραὼ μείζους γεγενημένους, καὶ λίαν δυ νατωτέρους, παραψυχήν τινα λήψεται, καὶ σὺν αὐτῷ οἱ ὑπήκοοι· δώσει δὲ ὅμως τῆς ἀσεβείας δίκας, ὅτι πολὺν τοῖς ὑπηκόοις ἐπιτεθεικὼς φόβον, αὐτὸς τὸν ἐμὸν οὐκ ἐδέξατο νόμον, ἀλλ' εἴασε τὴν ψυχὴν ἀπερίτμητον. Οὗ χάριν μετὰ τῶν τοιούτων καὶ αὐ τὸς, καὶ οἱ τὰ αὐτὰ αὐτῷ πεφρονηκότες, τῶν ὁμοίως αὐτῷ βεβιωκότων δέξονται τὴν σφαγήν. Ταῦτα τοίνυν μεμαθηκότες, καὶ διὰ τῶν θείων ἐγνωκότες λογίων, οἵας τίνουσι δίκας οἱ τὴν ψυχὴν ἔχοντες ἀπερίτμητον, δεξώμεθα, παρακαλῶ, τοῦ παναγίου Πνεύματος τὴν ἀχειροποίητον περιτομὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· "Καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώ πων, ἀλλ' ἐκ τοῦ Θεοῦ." Περιτομὴν δὲ καρδίας ἐδι δάχθημεν εἶναι τὴν τῆς ἁμαρτίας ἀφαίρεσιν, καὶ τῶν τῆς διανοίας κακῶν κινημάτων τὴν ἐκτομήν. Καὶ