1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

77

μάθωσι τὰ θεῖα θεσπίσματα. Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· (δʹ, εʹ) Ἐπίστησον τὸν λέβητα, ἐπίστησον, ἔκχεε εἰς αὐτὸν ὕδωρ, καὶ ἔμβαλε εἰς αὐ τὸν διχοτομήματα, πᾶν διχοτόμημα καλὸν, σκέ λος καὶ ὦμον ἐκσεσαρκωμένα ἀπὸ τῶν ὀστῶν. Ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων, καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν. Λέβητα προσαγορεύει τὴν πόλιν· ὕδωρ δὲ ἐκχεόμενον τὰς παντοδαπὰς συμφοράς· καὶ διχοτομήματα δὲ, καὶ σκέλη καὶ ὤμους ἐξ ἐπιλέκτων κτηνῶν, τοὺς ἐν εὐπορίᾳ, καὶ πλούτῳ, καὶ δυνάμει ἄρχοντάς τε καὶ ἡγουμέ νους, καὶ ἱερέας, κατὰ ταὐτὸν παραδεδομένους ταῖς συμφοραῖς· ὀστᾶ δὲ ὑποκαιόμενα, τοὺς πενίᾳ συ ζῶντας προτέρους τῷ λιμῷ παραδοθέντας· πῦρ δὲ, τὸν Βαβυλώνιον καὶ τὴν τούτου παράταξιν. Τούτοις ἐπάγει· "Ἐξέζεσεν, ἐξέζεσε, καί γε ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς." Τοῦ γὰρ πυρὸς, φη σὶν, ἐμβληθέντος, τά τε ὑποκαιόμενα ὀστᾶ τῷ πυρὶ κατεδαπανήθη· τοῦ γὰρ λιμοῦ γεγένηται παραν άλωμα, καὶ οἱ διαφυγόντες τὴν τοῦ λιμοῦ προσβολὴν ἐν ἀκμῇ γεγένηνται τῶν κακῶν, τὰς τῶν πολιορκούν των δεχόμενοι προσβολάς. ʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ὦ πόλις αἱμάτων, λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν· οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος. Ἐδίδαξεν ἡμᾶς ἐνταῦθα, ὅτι καὶ ἄνω λέβητα τὴν πόλιν ὠνόμασεν, ἰὸν δὲ τοῦ λέβητος τὴν ἁμαρτίαν καλεῖ. Μεγίστη δὲ κατηγορία, ὅτι οὐδὲ τοσοῦτο πῦρ τῶν συμφορῶν τὸν τοῦ λέβητος ἰὸν ἐδαπάνησε. Τὸ δὲ "Κατὰ μέλος ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος," δηλοῖ ὅτι οὐδεὶς τὰς ἐπενεχθείσας διέφυγε συμφορὰς, οὐδὲ ἐκληρώθησαν οἱ μὲν εἰς ὄλεθρον, οἱ δὲ εἰς σωτηρίαν, καθάπερ ἐν ταῖς ἤδη πρότερον γε γενημέναις πολιορκίαις συνέβη, ἀλλὰ πάντες ἁπαξ απλῶς, οἱ μὲν λιμῷ, οἱ δὲ λοιμῷ παρεδόθησαν· οἱ δὲ ταῦτα διαβάντες, ἢ πολεμοῦντες ἀνῃρέθησαν, ἢ πολιορκηθέντες ἐξηνδραποδίσθησαν· διδάσκει δὲ καὶ τῶν κακῶν τὴν αἰτίαν. ζʹ. Ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐγένετο. Ταῦτα δὲ, φησὶν, ὑπομένουσι τῆς ἄγαν μιαιφονίας τίνοντες δίκας. Ἐπὶ λεωπετρίαν τέταχα αὐτὸ, οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν, τοῦ καλύψαι αὐτὸν τὴν γῆν. 81.1053 (ηʹ) Τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν, ἐκδικη θῆναι δέδωκα τὸ αἷμα αὐτῆς, ἐπὶ λεωπετρίαν τέταχα αὐτὸ τοῦ μὴ καλύψαι αὐτό. Οὐ κατα καλύψω, φησὶ, τὰς ὑπ' αὐτῶν τολμηθείσας παρανο μίας, ἀλλὰ γυμνὰς αὐτὰς καταστήσω, καὶ πᾶσιν ὑποδείξω, καθάπερ τι αἷμα, οὐκ ἐπὶ γῆς ἐκχεόμενον καὶ καταποθούμενον, ἀλλ' ἐπὶ λείας βαλλόμενον πέ τρας, καὶ εἰς τὸ διηνεκὲς φυλαττόμενον, εἰς κατ ηγορίαν τῶν ἐκχέαι τοῦτο τετολμηκότων. θʹ-ιβʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ὦ πόλις τῶν αἱμάτων, καί γε ἐγὼ μεγαλυνῶ τὸν δαλόν. Καὶ πληθυνῶ τὰ ξύλα, καὶ ἀνα καύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα, καὶ ἐλατ τωθῇ ὁ ζωμὸς, καὶ τὰ ὀστᾶ συμφρυγῇ. Καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας αὐτῆς κενή· ἐξήφθη ὅπως προσκαυθῇ, καὶ θερμανθῇ, καὶ ἐκφρυγῇ ὁ χαλκὸς αὐτῆς, καὶ τακῇ ἐν μέσῳ αὐτῆς ἡ ἀκαθαρσία αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς. Τα πεινωθῇ ὁ ἰὸς αὐτῆς, καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς. "Μεγαλυνῶ, φησὶ, τὸν δαλὸν," τουτέστιν, αὐξήσω τὴν ἀρχὴν τῶν κακῶν. "Καὶ πληθυνῶ τὰ ξύλα," ἀντὶ τοῦ, πολλὰς ἀφορμὰς παρέξω, καὶ ὕλας τῷ πυρὶ τῶν κακῶν, ἵνα τοῦτο μὲν ἀνακαύσω, "τὰ δὲ ἑψόμενα κρέα," τουτέστι, τοὺς ἐν τῇ πόλει ἀνθρώ πους, κατατακῆναι παρασκευάσω· καὶ οἱ μὲν ὑπὸ λιμοῦ δαπανηθῶσι, δίκην ὀστῶν συμφρυγόμενοι, οἱ δὲ ταῖς παντοδαπαῖς κατακαυθῶσι συμφοραῖς, καθ άπερ κρέα ἑψόμενα· τῇ δὲ πολλῇ τοῦ πυρὸς προσ βολῇ καὶ ὁ ζωμὸς δαπανηθήσηται, καὶ ἅπασα ἀναγκαία χρεία καὶ πρόφασις παραψυχῆς, ὥστε λοιπὸν αὐτὸν καθ' ἑαυτὸν τὸν χαλκὸν τῷ πυρὶ προσ ομιλοῦντα κατατακῆναι, καὶ σὺν τῷ ἰῷ δαπανηθῆ ναι. Τῶν γὰρ ὑπερμαχούντων τῆς πόλεως ἡττηθέν των, ἁλοῦσα λοιπὸν ἀνάστατος ἐγένετο, καὶ πυρὶ παρεδόθη· ἀλλ' ὅμως, φησὶ, καὶ τοσούτων αὐτῇ προσπεσόντων κακῶν οὐκ ἀπηλλάγη τοῦ ἰοῦ, ἀλλ' ἔμεινεν ἐν αὐτῇ ἡ περὶ τὸ ἁμαρτάνειν ῥοπή. ∆ιὸ ἐπάγει· Πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς. (ιγʹ.) Ἐν τῇ ἀκαθαρσίᾳ σου ζέμα. Σὺ, φησὶν, ἐν τῇ παρανομίᾳ σου τὴν ζέσιν