1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

32

εἰσῆλθον ἐκεῖ, καὶ γνώσον ται ὅτι ἐγὼ Κύριος. Αὐτοὶ δὲ οὗτοι, φησὶν, οἳ λεί ψανον ἔσονται τοῦ λιμοῦ, καὶ τοῦ θανάτου, καὶ τῆς πολεμικῆς σφαγῆς, κατήγοροι τῆς οἰκείας δυσσεβείας καὶ τῆς παρανομίας γενήσονται, διδάσκοντες τὰ ἔθνη ὧν εἰσι μέτοικοι, ὡς δίκας τίνουσιν ὧν εἰς ἐμὲ πεπλημμελήκασι. 81.909 ιζʹ, ιηʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ' ὀδύνης φαγῇ, καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλί ψεως πιεῖ. Καὶ τοῦτο πάλιν σημεῖον τοῦ κατὰ τὴν πολιορκίαν γενησομένου λιμοῦ. ιθʹ, κʹ. Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς· Τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ καὶ ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ· Τοὺς ἄρτους αὑτῶν μετ' ἐνδείας φάγονται, καὶ τὸ ὕδωρ αὑ τῶν μετ' ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὑτῆς, ἐν ἀσεβείᾳ πάντων τῶν κατοικούντων ἐν αὐτῇ. Καὶ αἱ πόλεις αὐ τῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἐπειδὴ γὰρ ἀπολαύοντες τῶν παρ' ἐμοῦ ἀγαθῶν, καὶ τοῖς ἀπὸ γῆς ἐντρυφῶντες καρποῖς, ἠγνοεῖτε τὸν δοτῆρα, καὶ ἀγνώμονες περὶ τὸν εὐερ γέτην ἐγένεσθε, ἐν τῇ στερήσει τῶν ἀγαθῶν καὶ τῇ τῶν πόλεων ἐρημίᾳ τὴν ἐμὴν μαθήσεσθε δεσποτείαν. Ταῦτα δὲ τοῖς ἐν Ἱεροσολύμοις προηγόρευσεν ὁ προφήτης ἐν τῇ αἰχμαλωσίᾳ τυγχάνων, τοῦ Θεοῦ βουλομένου, καὶ τοὺς ἤδη γενομένους αἰχμαλώτους ψυχαγωγεῖν, ὅτι οὐ μόνοι τοιαῦτα πεπόνθασιν, ἀλλὰ καὶ τοὺς ἄλλους σχήσουσι κοινωνούς· καὶ τοὺς ἔτι τὴν Ἱερουσαλὴμ οἰκοῦντας, φόβῳ τῆς τῶν κακῶν προφητείας, πεῖσαι θέλων παύσασθαι τῆς πονηρίας. Πρὸς δὲ τούτοις, ἐπειδὴ τοῖς τοῦ θείου Ἱερεμίου οἱ τὴν Ἱερουσαλὴμ οἰκοῦντες ἀντέλεγον λόγοις, καὶ τοῖς τοῦ θεσπεσίου Ἰεζεκιὴλ ὁμοίως οἱ ἐν τῇ Χαλδαίᾳ διάγοντες, ἀναγκαίως τὰ δι' ἀλλήλων βεβαιοῦσι σύμ φωνα προφητεύοντες, καὶ διὰ τῆς συμφωνίας θείους ἀποφαίνουσι τοὺς λόγους. Εἰ μὲν γὰρ πλησίον ᾤκουν ἀλλήλων, ἔσχε γοῦν χώραν κατὰ τῆς τῶν λόγων συμφωνίας ἡ ὑποψία· ἐπειδὴ δὲ πολλοῖς σταθμοῖς ἀλλήλων διείργοντο, καὶ ταυτὰ προηγόρευον, ἀναγ καίως θεῖα δείκνυται τὰ λεγόμενα. Τούτου χάριν, Ἱερεμίας μὲν τοῖς ἐν τῇ Χαλδαίᾳ ἐπιστέλλει, Ἰεζεκιὴλ δὲ τοῖς ἐν τῇ Ἰουδαίᾳ, τοῦ Θεοῦ τῶν ὅλων καὶ τούτοις κἀκείνοις ὠφελείας πάντα πόρον μηχανω μένου. καʹ, κβʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λεγόντων· Μακρὰν αἱ ἡμέραι, ἀπόλωλε πᾶσα ὅρασις; Τί δήποτε, φησὶν, οἱ τὴν Ἰουδαίαν οἰκοῦντες λέγειν εἰώθασι τοῖς προ φήταις, ὅτι Τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν ἐσόμενα προαγορεύετε, ψεῦδος ἀναμιγνύντες τοῖς λόγοις, καὶ οὐδὲν ἀληθὲς προθεσπίζοντες; κγʹ. ∆ιὰ τοῦτο εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκ ἔτι οὐ μὴ εἴπωσι τὴν παραβολὴν ταύτην ὁ οἶκος τοῦ Ἰσραὴλ, ὅτι λαλήσεις πρὸς αὐτοὺς, λέγων· Ἠγγίκασιν αἱ ἡμέραι καὶ ὁ καιρὸς πάσης ὁράσεως. Ἐπειδὴ γὰρ τὴν μακροθυμίαν 81.912 ψευδολογίαν καλοῦσι, πεπείσθωσαν ὡς παραυτίκα τῆς προφητείας τὸ τέλος, καὶ ἐν προθύροις λοιπὸν ἡ προῤῥηθεῖσα τιμωρία φανήσεται. κδʹ. ∆ιότι οὐκ ἔτι ἔσται πᾶσα ὅρασις ψευδὴς, καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ. Καταπαύσω γὰρ, φησὶ, τοὺς ψευδο προφήτας ὑμῶν, τοὺς τἀναντία τοῖς ἐμοῖς προφήταις προλέγειν ἐπιχειροῦντας, καὶ ἀγαθῶν παρουσίαν ψευδῶς ὑμῖν προμηνύοντας. κεʹ. Ὅτι ἐγὼ λαλήσω τοὺς λόγους μου, καὶ ποιήσω, καὶ οὐ μὴ μηκυνῶ ἔτι, διότι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος Ἰσραὴλ ὁ παραπικραίνων. Λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος. Μὴ προσέχετε, φησὶ, τοῖς ἐμοῖς προφήταις, ὡς τηνάλλως διαλεγομένοις· ἐγὼ γὰρ διὰ τούτων φθέγγομαι, καὶ θᾶττον ἢ λόγος ἐπάξω τῷ λόγῳ τὸ πέρας, ὑμᾶς ποιῶν αὐτόπτας τῆς ἀληθείας τῶν λό γων. Οὕτω πάλιν δι' ἑτέρων λόγων τὰ αὐτὰ σημήνας, καὶ τοῖς κατηγοροῦσι τῶν προφητῶν, ὡς τὰ παρόντα μὲν οὐ προλεγόντων, τὰ δὲ μακροῖς ὕστερον χρόνοις ἐσόμενα ψευδῶς προαγορευόντων, ἀπειλήσας τὴν ταχεῖαν τῶν