1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

120

Πνευματικὴ πάλιν ἡ θεωρία· οὐ γὰρ τοῖς τοῦ σώμα τος ὀφθαλμοῖς ἑώρα τὰ ὑποδεικνύμενα, ἀλλὰ τοῦ παναγίου πνεύματος ἐδέχετο τὴν ἀποκάλυψιν. Καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων· (βʹ.) Καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πε δίου. Τοῖς πράγμασι συμβαινούσας τὰς ἀποκαλύψεις λαμβάνει· ἐπειδὴ γὰρ δι' ἣν ἐνόσουν ἀπιστίαν τὰς χρηστοτέρας ἀπηγόρευσαν ἐλπίδας οἱ ἐκ τῆς Ἰου δαίας αἰχμάλωτοι γενόμενοι, τὴν οἰκείαν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς ἐπιδείκνυσι δύναμιν, καὶ τὴν πολλῷ τῆς ἀνακλήσεως ἐκείνης δυσκολωτέραν τῶν νεκρῶν σω μάτων ἀνάστασιν ἐπιδείκνυσι τῷ προφήτῃ, καὶ δι' ἐκείνου πάντα διδάσκει τὸν λαὸν, ὡς πάντα αὐτῷ ῥᾴδια βουλομένῳ. Ἰουδαίους μὲν οὖν καὶ τοὺς ἄλ λους Ἰσραηλίτας ἐδίδαξε διὰ τούτου, ὡς εὐπετὲς λίαν τῷ Θεῷ βουλομένῳ εἰς τὴν προτέραν ἐπαναγαγεῖν ἐλευθερίαν τοὺς αἰχμαλώτους γεγενημένους· ἡμῖν δὲ καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς εὐαγγελικὸν κήρυγμα μετὰ πίστεως δεξαμένοις, τῆς τῶν σωμάτων ἡμῶν ἀναστάσεως ἐπιδείκνυσι τὴν εὐκολίαν, καὶ ὅτι τῷ θείῳ λόγῳ καὶ νεύματι τῶν πραγμάτων ἡ φύσις ἀκολουθεῖ. Καὶ εἶπε πρός με· (γʹ.) Υἱὲ ἀνθρώπου, εἰ ζή σεται τὰ ὀστᾶ ταῦτα; Καὶ εἶπον· Κύριε ὁ Θεὸς, σὺ ἐπίστασαι ταῦτα. Οὐκ ἀμφέβαλεν ὁ προφήτης, ἀλλὰ τῆς ἀκριβεστέρας γνώσεως τῷ Θεῷ παρεχώ ρησεν· εἰδὼς μὲν ἀκριβῶς τοῦ Θεοῦ τὸ δυνατὸν, ἀγνοῶν δὲ τὸ βούλημα. δʹ-ʹ. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτά· Τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον Κυρίου· Τάδε λέγει Ἀδωναῒ Κύ ριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ εἰσάξω εἰς ὑμᾶς πνεῦμα ζωῆς. Καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου ἐφ' ὑμᾶς, καὶ ζήσε σθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Ὑπουργῷ τῷ προφήτῃ, καὶ οἷόν τινι ὀργάνῳ τῆς κατὰ τὴν 81.1192 ὀπτασίαν ἀναστάσεως κέχρηται, καὶ διὰ τῆς τούτου γλώττης τοῖς ἀψύχοις ἐκείνοις καὶ ἁπαξαπλῶς νε κροῖς ὀστέοις παρακελεύεται, καὶ σάρκας φῦσαι, καὶ νεῦρα, καὶ δέρμα, καὶ ζωτικὸν δέξασθαι πνεῦμα. Καὶ ἐγένετο ταῦτα οὐ μόνον τῆς τῶν Ἰουδαίων ἀνακλήσεως, ἀλλὰ καὶ τῆς ἁπάντων ἀναστάσεως τύπος. "Σαλπίσει γὰρ, φησὶν, ὁ θεῖος Ἀπόστολος, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι." ζʹ. Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος, καὶ ἐγένετο φωνὴ ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγον τὰ ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς τὴν ἁρμο νίαν αὑτοῦ. Ὁ μὲν προφήτης τῷ θείῳ διακονῶν προστάγματι, τοὺς λόγους οὓς προσετάχθη προσ ήνεγκεν, ἠκολούθει δὲ τοῖς λόγοις τὸ ἔργον· καὶ ὁ μὲν σεισμὸς τὴν θείαν ἐπιφάνειαν ἐδήλου, ἡ δὲ φωνὴ, τῶν ὑπουργούντων ἀγγέλων τῷ θείῳ βουλή ματι τὴν ἐνέργειαν. Τὰ δὲ ὀστᾶ, φησὶν, ἑώρων θέοντα, καὶ τὴν οἰκείαν ἁρμονίαν ἀπολαμβάνοντα, καὶ ἣν ἐξ ἀρχῆς ἔλαβε συνθήκην δεχόμενα. ηʹ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένετο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ, καὶ περιεστάθη αὐτοῖς δέρμα ἐπάνωθεν, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Ἀκολουθεῖ τῇ προτέρᾳ δημιουργίᾳ ἡ δευτέρα ἀνάκτισις· ὥσπερ γὰρ τοῦ προπάτορος Ἀδὰμ τὸ σῶμα πρότερον δι επλάσθη, εἶθ' οὕτως ἐνεπνεύσθη αὐτῷ ἡ ψυχή· οὕτω κἀνταῦθα συνῆλθεν ἀμφότερα πρὸς τὴν οἰκείαν ἁρ μονίαν. Ἔφυσε δὲ σάρκας καὶ νεῦρα, καὶ ἐκαλύφθη τῷ δέρματι· ἔκειτο δὲ ἄπνοά τινα καὶ ἀκίνητα· ἀλλὰ τυγχάνει πάλιν καὶ ζωῆς καὶ αἰσθήσεως διὰ τοῦ θείου βουλήματος. θʹ. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὲ τῷ πνεύματι· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ τὸ πνεῦμα, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. ∆ιδάσκει ἡμᾶς ὁ λόγος τῆς θείας δυνά μεως τὴν εὐκολίαν, καὶ ὅτι πάντα ἐν τῇ χειρὶ αὐτοῦ. "Ἐν χειρὶ γὰρ αὐτοῦ, φησὶ, ψυχὴ πάντων τῶν ζώντων." ∆ιὸ τῷ προφήτῃ παρακελεύεται παρεγ γυῆσαι ταῖς ὁπουδήποτε οὔσαις ἐπανελθεῖν ψυ χαῖς, καὶ τῶν οἰκείων σωμάτων ἀπολαβεῖν τὴν ἐνοί κησιν. ιʹ. Καὶ προεφήτευσα καθότι ἐνετείλατό μοι, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ