1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

106

ὁδοῦ αὑτοῦ τοῦ ζῆσαι αὐτὸν, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὑτοῦ ἀπο θανεῖται· τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζη τήσω. Ἐὰν, φησὶ, καταψηφίσωμαί τινος θάνατον, καὶ μὴ γνωρίσῃς αὐτῷ τὴν ἐξενεχθεῖσαν κατ' αὐτοῦ ψῆφον, ἵνα διὰ μετανοίας λύσῃ τὴν ψῆφον, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τοῦ βίου τὸ πέρας, σὲ δὲ τῆς ἀπω λείας τῆς ἐκείνου πράξομαι τὰς εὐθύνας· ἐὰν δὲ, φησὶ, σὺ μὲν τὰ παρ' ἐμοῦ πάντα δῆλα ποιήσῃς τῷ παρανόμως βιοῦντι, καταφρονήσῃ δὲ ἐκεῖνος τῶν σῶν λόγων, καὶ τῇ οἰκείᾳ ἐπιμείνῃ κακίᾳ, ἐκεῖνος μὲν τὴν δικαίαν ὑφέξει τιμωρίαν, σὺ δὲ σεαυτὸν ἀπαλλάξεις τῶν εὐθυνῶν. ιʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ οἴκῳ Ἰσ ραήλ· Οὕτως ἐλαλήσατε λέγοντες· Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα; Ἐμοῦ, φησὶ, πάντα ὑπὲρ τῆς τοῦ Ἰσραὴλ σωτηρίας πραγματευομένου, καὶ ἀπαγορεῦσαι αὐτοὺς μὴ βου λομένου, ἀπαγορευτικοῖς αὐτοὶ κέχρηνται λόγοις, καὶ ἀδύνατον εἶναι νομίζουσι τὴν διὰ μετανοίας σωτη ρίαν, βαρύτατον ἁμαρτημάτων περικεῖσθαι φορτίον λέγοντες, καὶ ἔτι καὶ τήμερον καὶ τῇ πλάνῃ καὶ τῇ παρα νομίᾳ κεχρῆσθαι· καὶ ἡγοῦνται ἀδύνατον εἶναι, τοὺς οὕτω διακειμένους διὰ μετανοίας τῆς σωτηρίας τυχεῖν. ιαʹ. Εἰπὲ τοίνυν αὐτοῖς· Ζῶ ἐγὼ, λέγει Ἀδω ναῒ Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν αὐτόν. Τίς ἂν ἀξί ως θαυμάσηται τοῦ ∆εσπότου τὴν ἀγαθότητα; ἀγνωμονούμενος γὰρ, καὶ λίαν ἀχαριστούμενος, κή δεται τῶν ἀχαρίστων, καὶ πᾶσαν αὐτῶν ποιεῖται 81.1145 πρόνοιαν, ἰδεῖν αὐτῶν βουλόμενος τὴν μεταβολήν. ∆ιὸ ἐπάγει πατρικὴν καὶ φιλοστοργίας πεπληρωμέ νην παραίνεσιν· "Ἐπιστροφῇ ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;" Ὁ δὲ διπλασιασμὸς τῆς Ἑβραίωνγλώττης ἰδίωμα, δηλοῖ δὲ τῆς ἐπιστροφῆς τὸ γνήσιον. ιβʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου· ∆ικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνο μία ἀνόμου οὐ μὴ ἀποκτείνῃ αὐτὸν ἐν ᾗ ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὑτοῦ. Πεῖσαι βου λόμενος, ὡς δέχεται τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, ἀπὸ τοῦ ἐναντίου τοῦτο δείκνυσιν. Ὥσπερ γὰρ, φησὶν, εἴ τις τῶν ἐν ἀρετῇ βεβιωκότων ταύτην μὲν καταλείποι τὴν ὁδὸν, τὴν δὲ τῆς κακίας προέλοιτο, ἀνάγκη αὐτὸν εὑρεῖν ἄξιον τῆς ὁδοῦ τὸ τέλος· οὕτως εἴ τις παρανομίᾳ συντραφεὶς εἰς τὴν τῆς ἀρετῆς ὁδὸν ἐπανελθεῖν ἐθελήσειεν, ἀπαλλαγήσεται πάντως τῆς τοῖς παρανόμοις τιμωρίας ἀφωρισμένης. ιγʹ-ιεʹ. Ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ, ὅτι ζωῇ ζήσει, καὶ οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὑτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιο σύναι αὐτοῦ οὐ μὴ μνησθῶσιν, ἐν τῇ ἀδικίᾳ αὑτοῦ ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται. Καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ· Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἀνομίας αὑτοῦ, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην· καὶ ἐνεχυρα σμὸν ὀφείλοντος ἀποδῷ, καὶ ἅρπαγμα ἀποτί σει, ὁ ἄνομος ἐν τοῖς προστάγμασι τῆς ζωῆς διαπεπόρευται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ. Οὔτε, φησὶ, τὸν δί καιον ὀνήσει ἡ παρ' ἐμοῦ γινομένη τῶν ἀγαθῶν ὑπόσχεσις, εἰ μὴ ἐπιμείνῃ ἐν τῇ τῶν ἀγαθῶν ἐργα σίᾳ, ἀλλὰ δώσει δίκας τῶν βεβιωμένων ἀξίας· οὔτε τὸν ἁμαρτωλὸν ἡ τῆς τιμωρίας ἀπόφασις καταβλάψει τοῖς τῆς μετανοίας φαρμάκοις βουλόμενον χρήσα σθαι, καὶ πάσης μὲν ἀδικίας ἀπαλλαττόμενον, φιλ ανθρωπίᾳ δὲ πρὸς τὸν πέλας χρώμενον, καὶ ἁπαξ απλῶς τὰ παρ' ἐμοῦ διηγορευμένα φυλάττειν προαι ρούμενον· λύσει γὰρ τῇ μεταβολῇ τὴν ἀπόφασιν, καὶ ζωῆς ἀπολαύσεται. Καὶ τὸ πάντων ἐρασμιώτατον ιʹ. Πᾶσαι, φησὶν, αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μνημονευθήσονται αὐτῷ, ὅτι κρῖμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζή σεται. Οὕτω τὴν οἰκείαν ἀγαθότητα δείξας, τοῦ λαοῦ διελέγχει τὸ ἄγνωμον. ιζʹ Καὶ λέγουσιν οἱ υἱοὶ τοῦ λαοῦ σου· Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου, καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα. Τοσαύτης, φησὶ, παρ' ἐμοῦ προκειμένης ἀγαθότητος καὶ φιλανθρωπίας, διαβάλ λειν τὰς ἐμὰς τολμῶσιν οἰκονομίας, ὡς οὐκ ὀρθάς. Καὶ μὴν ἔδει συνιδεῖν