1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

86

ἐπὶ τῶν τειχῶν κύκλῳ ἦσαν. Ἀλλὰ καὶ Μῆδοι ἐν τοῖς πύργοις σου ἦσαν φύλακες· τὰς φαρέτρας αὑτῶν ἐκρέμασαν ἐπὶ τῶν ὤμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος. ∆ιηγησάμενος τὰς τῶν ξύλων διαφορὰς, τῆς ἐσθῆτος τὰς ποικιλίας, τοὺς ναύτας καὶ κυβερ νήτας, τοὺς τὸ πρακτέον ὑποδεικνύντας συμβούλους, τοὺς πανταχόθεν ἀφικνουμένους ἐμπόρους, ἀπαρι θμεῖται καὶ τὸν στρατιωτικὸν κατάλογον, ἐξ ἐθνῶν μὲν διαφόρων καὶ τὰ πολιτικὰ δεδιδαγμένων ὁρμώ μενον, Περσῶν, καὶ Λυδῶν, καὶ Λιβύων, Ἀραδίων τε, καὶ Μήδων. Λέγει δὲ καὶ τῆς πανοπλίας τὰ εἴδη, φαρέτρας, καὶ πέλτας, καὶ περικεφαλαίας. Πέλτη δέ ἐστιν ἡ μικρὰ ἀσπὶς, ἣν οἱ γυμνῆται ἐν τοῖς πολέ μοις ἐπιφέρονται· ταύτῃ δὲ χρῶνται καὶ οἱ τὴν πυῤῥίχην παίζοντες. ιβʹ. Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πά σης δυνάμεώς σου, ἀργύριον, καὶ χρυσίον, καὶ χαλκὸν, καὶ σίδηρον, καὶ κασσίτερον, καὶ μόλιβδον ἔδωκαν τὴν ἀγοράν σου. Τὴν Καρχη δόνα (μητρόπολις δέ ἐστι τῆς πάλαι μὲν Λιβύης, νῦν δὲ Ἀφρικῆς ὀνομαζομένης), καὶ ὁ Σύρος καὶ ὁ Ἑβραῖος Θαρσὶς ὀνομάζει· διὰ δὲ τῆς μητροπόλεως τὴν ἐκ παντὸς τοῦ ἔθνους προσφερομένην τῶν ἐκεῖ μεταλ λευομένων ὑλῶν ἐμπορίαν ἐδήλωσεν. ιγʹ. Ἡ Ἑλλὰς πᾶσα, καὶ τὰ παρατείνοντα αὐτῇ, ἐνεπορεύοντο ἐν σοὶ ἐν ψυχαῖς ἀνθρώ πων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἀγοράν σου. Ἀνδράποδα, φησὶ, καὶ σκεύη χαλκᾶ, ἀπὸ τῆς Ἑλλάδος καὶ τῶν πλησιοχώρων ἐκομίζετό σοι. ιδʹ. Ἐξ οἴκου Θογορμᾶ ἵππους, καὶ ἱππεῖς, καὶ ἡμιόνους ἔδωκαν τὴν ἀγοράν σου. Ἵππους δὲ, φησὶ, καὶ τοὺς τούτων ἐπιβάτας, καὶ ἡμιόνους, ἡ Φρυγία σοι ἔπεμπεν· οὕτω γὰρ ἑρμηνεύουσι τὸν οἶκον τοῦ Θογορμᾶ ιεʹ. Υἱοὶ Ῥοδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου, κέρατα καὶ ὀδόν τας ἐλεφαντίνους. Τὰ κέρατα ὁ Σύμμαχος ἐβένους ἡρμήνευσεν, ἀφ' ὧν τὰ ἐβένια καλούμενα γίνεται. Ταῦτα, φησὶν, οἱ Ῥόδιοι τὴν θάλατταν διαπλέοντες ἐκόμιζόν σοι, καὶ τὴν τούτων ἀνεπλήρουν σοι χρείαν. Καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μι σθούς σου· (ιʹ.) Ἀνθρώπους ἐμπορίας σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου. Ταῦτα δὲ, φησὶν, ἅπαντα ὑποδεχομένη, σὺ ἀντεδίδους τοῖς κο μίζουσιν ἀνδράποδα, μετοίκους ἔχουσα πλείστους· τούτους γὰρ συμμίκτους ἐκάλεσε, τοὺς ἐξ ἑτέρων 81.1081 μὲν ἐθνῶν ὁρμωμένους, σὺν αὐτοῖς δὲ οἰκεῖν αἱρου μένους. "Στακτὴν, καὶ πορφύραν, καὶ ποικίλματα, καὶ βύσσον ἐκ Θαρσὶς, καὶ Ῥααμὼθ, καὶ Χὼθ ἔδωκαν τὴν ἀγοράν σου." Εἶχες δὲ πρὸς τοῖς ἤδη εἰρημένοις καὶ ἕτερα ἀπὸ τῆς Καρχηδόνος ἀγαθὰ, οὐ μόνον σε διὰ τῆς ἐσθῆτος καλλωπίζοντα, καὶ ποι κίλοις ἐνδύμασί σε περιβάλλοντα, ἀλλὰ καὶ ἡδύσματα πολλήν σοι τὴν εὐοσμίαν προσφέροντα. Στακτὴν μὲν γὰρ, ὀνομάζει τὸ καλούμενον βάλσαμον· Χὼθ δὲ τὸν ὄνυχα· Ῥααμὼθ δὲ τὰ ἄλλα ἀρώματα. ιζʹ. Ἰούδας καὶ Ἰσραὴλ οὗτοι ἔμποροί σου ἐν σίτου πράσει, καὶ μύρων, καὶ κασίας· καὶ πρῶτον μέλι, καὶ ἔλαιον, καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου. Τοσαύτη γὰρ, φησὶν, ἡ ἐκ τῆς Ἰουδαϊκῆς ἐμπορίας προσφερομένη σοι ἀφθονία, ὅτι οἱ σὺν σοὶ, καὶ οἱ ἐν σοὶ ξένοι καὶ μέτοικοι τῶν εἰσφερομένων ἀπήλαυον ἀγαθῶν, τοῖς μὲν εἰς ἐδω δὴν χρώμενοι, τοῖς δὲ εἰς τὴν ἀπὸ τῆς εὐοσμίας τρυ φήν. ιηʹ. ∆αμασκὸς ἐμπορία σου ἐν πλήθει ἔργων σου, ἐκ πλήθους δυνάμεώς σου πάσης. Τὰ παρὰ σοὶ, φησὶ, γινόμενα ἡ ∆αμασκὸς ὠνεῖτο· ἐνεπορεύου τοίνυν καὶ ταύτην, ἀπεμπωλοῦσα τὰ πε ριττὰ, καὶ τὸ ἐντεῦθεν χρυσίον συλλέγουσα. Οἶνος λιπαρὸς ἐκ Χελβὼν, καὶ ἔριον στιλβὸν ἐκ Μιλήτου. (ιθʹ.) Καὶ οἶνον ∆αιδὰν, καὶ Ἰω ανὰν, καὶ Μεωζὲλ εἰς τὴν ἀγοράν σου ἔδωκαν. - Ἰωανὰν τὴν Ἰωνίαν καλεῖ· ∆αιδὰν δὲ πόλιν τῆς Ἰδουμαίας· ἡ δὲ Χελβὼν κώμη τις ἦν αὐτῆς πλησιόχωρος. Πανταχόθεν σοι, φησὶ, προσεφέρετο τὰ ἀγαθά· οἶνος ἡδὺς καὶ ἀνθοσμίας ἐκ τοῦδε τοῦ ἔθνους, τὸ δὲ κάλλιστον ἔριον ἀπὸ τῆς Μιλήτου· πόλις δὲ καὶ αὕτη πάλαι μὲν τῆς Ἰωνίας, νῦν δὲ τῆς Καρίας· τὸ δὲ Χελβὼν Χαλβάνην ὁ Σύμμαχος ἡρμή νευσε. Ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχοὶ ἐν τῷ συμμίκτῳ σού εἰσι. (κʹ, καʹ.) ∆αιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρ ματα. Ἡ Ἀραβία, καὶ πάντες οἱ ἄρχοντες Κηδὰρ, οὗτοι ἔμποροι διὰ χειρῶν σου· καμή λους,