1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

156

περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Καὶ τανῦν παρατίθημι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ, καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις. Οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ἀλλ' ἐγενήθημεν ἐν μέσῳ ὑμῶν ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. ∆εῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροινον, μὴ πλήκτην, ἀλλ' ἐπιεικῆ μᾶλλον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ πολλῇ μετὰ πάσης σεμνότητος. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; Οὐ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. ∆εῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν αὐτὸν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Ἑαυτὸν ἁγνὸν τήρει. ∆εῖ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Χριστοῦ ἀπόστολον καὶ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ 95.1541 φιλόξενον, φιλάγαθον σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ. Μηδείς σου περιφρονείτω τῆς νεότητος. Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάττεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι. Ἐπισκοποῦντες, μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως κατὰ Θεόν· μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύπος γινόμενοι τοῦ ποιμνίου. Τὸν προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης, ἢ καὶ αὐτὸς τυφλωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Ἀλλ' ἐκεῖνο πεπείσθω, ὅτι ἡ τῶν πλειόνων ἐπιμέλεια πλειόνων ἐστὶν ὑπηρεσία. Ὡς οὖν ὁ πολλοῖς μὲν ὑπηρετῶν τετραυματισμένοις, καὶ ἀποξύων μὲν τοὺς ἰχῶρας ἑκάστου τραύματος, προσάγων δὲ τὰ βοηθήματα κατὰ τὴν ἰδιότητα τῆς ὑποκειμένης κακώσεως, οὐχὶ ἐπάρσεως ἀφορμὴν τὴν ὑπηρεσίαν λαμβάνει, ἀλλὰ μᾶλλον ταπεινώσεως καὶ ἀγωνίας· καὶ πολὺ πλέον οὗτος ὁ τὰ ἀσθενήματα ἰᾶσθαι τῆς ἀδελφότητος πιστευθεὶς, ὡς πάντων ὑπηρέτης, καὶ ὑπὲρ πάντων λόγον ἔχων δοῦναι, διανοεῖσθαι καὶ ἀγωνιᾷν ὀφείλει. Τούτῳ γὰρ τῷ τρόπῳ κατορθωθήσεται ὁ σκοπὸς τοῦ Κυρίου εἰπόντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκονος. Ὁ τὴν κοινὴν φροντίδα πεπιστευμένος, ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου τῶν ἐμπεπιστευμένων, οὕτω διακείσθω. Μανθάνειν ἀνεπαισχύντως, καὶ διδάσκειν ἀνεπιφθόνως, καὶ εἴ τι παρ' ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν, ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν Πατέρα τοῦ Λόγου. Ἀνθρώπῳ, χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχεσθαι, κινδυνεύει μᾶλλον χαλεπώτερον εἶναι τὸ εἰδέναι ἄρχειν ἀνθρώπων· καὶ μάλιστα ἀρχὴν ταύτην τὴν ἡμετέραν, τὴν ἐν νόμῳ θείῳ καὶ πρὸς Θεὸν ἄγουσαν, ἧς ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτον καὶ ὁ κίνδυνος. Αὕτη μοι φαίνεται τῷ ὄντι τέχνη τις εἶναι τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρωπον ἄγειν τὸ πολυτροπώτατον ζῶον καὶ ποικιλώτατον. Ὥσπερ τοῖς σώμασιν, οὐ τὴν αὐτὴν φαρμακείαν καὶ τροφὴν προσφέρονται ἅπαντες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες, ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευτέον. Μάρτυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη. Τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι. Οἱ μὲν δέονται κέντρου, οἱ δὲ χαλινοῦ. Καὶ οἱ μὲν γάρ εἰσι νωθεῖς καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον, οἱ δὲ θερμότεροι τοῦ μετρίου τῷ 95.1544 πνεύματι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, καθάπερ πῶλοι γενναῖοι ἔξω τῆς νύσσης θέοντες. Τοὺς μὲν ἔπαινος ὤνησεν, τοὺς δὲ ψόγος· ἀμφότερα μετὰ