1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

14

ἐποίησε τέκτων, χρυσοχόος χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτὸν, ἢ ὁμοίωμα κατεσκεύασεν αὐτῷ; Ἐμωράνθη πᾶς ὁ ἄνθρωπος ἀπὸ γνώσεως. Λογισμοὶ θνητῶν δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· μόλις γὰρ εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς, 95.1081 καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς, τίς ἐξιχνίασεν; Χαλεπώτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ περιεργάζου· ἃ, προσετάγη σοι, ταῦτα διανοοῦ. Οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν. Ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου. Πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι· πολλοὺς γὰρ ἀπώλεσεν ἡ ὑπόληψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διάνοιαν αὐτῶν· καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἀπολεῖται. Περὶ πράγματος, οὗ οὐκ ἔστι σοι χρεία, μὴ περιεργάζου. Θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις. Τίς ἐξιχνιάσει τὰ μεγαλεῖα τοῦ Θεοῦ; κράτος τῆς μεγαλοσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ; οὐκ ἔστιν ἐλαττῶσαι, οὐδὲ προσθεῖναι· καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαύματα Κυρίου· ὅταν συντελέσῃ ὁ ἄνθρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσῃ, τότε ἐξαπορηθήσεται. Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων· ὁ μόνος ἔχων ἀθανασίαν· φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται. Εἰ βούλει περὶ Θεοῦ λέγειν τι, ἢ ἀκούειν, ἄφες τὸ σῶμα ἑαυτοῦ· ἄφες τὰς σωματικὰς αἰσθήσεις· κατάλιπε τὴν γῆν· κατάλιπε τὴν θάλασσαν· κάτω σεαυτοῦ ποίησον τὸν ἀέρα· παράδραμε ὥρας, καιρῶν εὐταξίας, τὰς περὶ γῆν διακοσμήσεις. Ὑπὲρ τὸν αἰθέρα γενοῦ· διάβηθι τοὺς ἀστέρας, τὰ περὶ αὐτῶν θαύματα, τὴν εὐκοσμίαν αὐτῶν, τὰ μεγέθη, τὰς χρείας, τὴν λαμπρότητα, τὴν θέσιν, τὴν κτίσιν. Μὴ ζήτει τὰ ἀνερεύνητα· οὐδὲ γὰρ εὑρίσκεις. Ἵνα γὰρ τί καὶ ζητεῖς; Παρὰ τίνος ἔχεις μαθεῖν; Παρὰ γῆς; οὐχ ὑφειστήκει. Παρὰ θαλάσσης; οὐκ ἦν ἡ ὑγρά. Παρὰ οὐρανοῦ; οὐκ ἦν ἐπαρθείς. Παρὰ ἡλίου καὶ σελήνης; οὐδέπω δεδημιούργηντο. Ἀλλὰ παρ' αἰώνων; πρὸ αἰώνων ὁ Μονογενής. Μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα, ὑπὲρ τοῦ ἀεὶ ὄντος. Εἰ δὲ μὴ θέλεις, ἀλλὰ φιλονεικεῖς, καταγελῶ σου τῆς ἀγνοίας, μᾶλλον δὲ κλαίω σου τὴν τόλμαν. Τοῖς γεγραμμένοις πίστευε· τὰ μὴ γεγραμμένα μὴ ζήτει. Εἰδέναι ἡμεῖς ὀφείλομεν ἃ χρὴ λαλεῖν, καὶ ἃ χρὴ σιωπᾷν. Μὴ πάντα τὰ ῥήματα τῇ γλώσσῃ, ἵνα μὴ πάθῃς, καθάπερ ὁ ὀφθαλμὸς, ὃς ὅλον τὸν ἥλιον ἀποβλέψας, ἀπολεῖ καὶ ὃ ἔχει φῶς. Πόσος ὁ Θεὸς, καὶ τί τὸ μέτρον τοῦ Θεοῦ, καὶ ποταπὸς τὴν οὐσίαν; τὰ τοιαῦτα, ἐπικίνδυνα μὲν ἐρωτῶντι, ἀπορία δὲ τῷ ἐρωτωμένῳ· σιωπὴ δὲ, θεραπεία τῶν τοιούτων. 95.1084 Ὁ μὴ ταπεινῶν ἑαυτοῦ τὴν διάνοιαν, μηδὲ κατὰ μίμησιν τοῦ Ἀποστόλου λέγων τὸ, Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὕτω λογίζομαι κατειληφέναι τι· ἀλλὰ περινοῶν οὐσίας Θεοῦ κατάληψιν, καὶ τῷ ἰδίῳ λογισμῷ ἐκμετρῶν τὰ ἀνέφικτα, καὶ τοιοῦτον εἶναι λογιζόμενος τὸν Θεὸν, ὅσον αὐτὸς τῷ ἰδίῳ λογισμῷ περιέλαβεν, καὶ ὅλως τὸν οἰκεῖον νοῦν μέτρον τῶν ὄντων ποιούμενος, καὶ μὴ λογιζόμενος, ὅτι ῥᾷον ἐστὶ κοτύλῃ μικρᾷ τὴν πᾶσαν θάλασσαν ἐκμετρῆσαι, ἢ τῷ ἀνθρωπίνῳ νῷ τῆς ἀφάτου μεγαλειότητος τοῦ Θεοῦ περιδράξασθαι, εἰκῆ φυσιούμενος, καὶ ἐπαιρόμενος τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐ δύναται λέγειν τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα. ∆εδιδάγμεθα παρὰ τῆς θείας Γραφῆς μηδὲν ἐπιτρέπειν ἡμῶν τῷ νῷ παρὰ τῶν συγκεχωρημένων φαντασιοῦσθαι. Θεοῦ μεμνῆσθαι μὲν διηνεκῶς εὐσεβὲς, καὶ κόρον οὐκ ἔχον τῇ φιλοθέῳ ψυχῇ· λόγῳ δὲ διεξιέναι τὰ περὶ Θεοῦ τολμηρόν· τῆς μὲν διανοίας πολλῷ τῷ μέτρῳ τῆς ἀξίας τῶν πραγμάτων ἀποπιπτούσης· πάλιν δὲ τοῦ λόγου ἀμυδρῶς παριστῶντος τὰ νοηθέντα. Εἰ οὖν ἡ μὲν διάνοια ἡμῶν παρὰ πολὺ τοῦ μεγέθους τῶν πραγμάτων ἀπολιμπάνεται, ὁ δὲ λόγος ἐλάττων ἐστὶ καὶ αὐτῆς τῆς διανοίας, πῶς οὐκ ἀναγκαία ἡ σιωπὴ, μήποτε ἐν τῇ τῶν ῥημάτων εὐτελείᾳ δόξῃ κινδυνεύειν τῆς θεολογίας τὸ θαῦμα; Φρίττω καὶ γλῶσσαν, καὶ διάνοιαν, ὅταν περὶ Θεοῦ φθέγγωμαι, καὶ ὑμῖν τὸ αὐτὸ συνεύχομαι, τὸ ἐπαινετὸν πάθος καὶ μακάριον. Ταπεινόφρων ἐμὸς, οὐχ ὅστις περὶ ἑαυτοῦ μικρὰ διαλέγεται, καὶ τοῦτο πρὸς ὀλίγους