1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

84

ΤΙΤΛ. ϛʹ. -Περὶ γυμνασίου, καὶ μελέτης, καὶ ἀσκήσεως.

Ἐκ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. Τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου. Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς, τῆς νῦν καὶ τῆς μελλούσης. Οἱ ἐκ μακρᾶς συνηθείας μελετηθέντες πόνοι, ἀλυπότερον προσπίπτουσι τοῖς ἐγγεγυμνασμένοις. - Μιμησώμεθα τοὺς ἐν τοῖς τακτικοῖς τὰς μελέτας ποιουμένους, οἵ γε ἐν χειρονομίαις, καὶ ὀρχήσεσι τὴν ἐμπειρίαν κτησάμενοι, ἐπὶ τῶν ἀγώνων τοῦ ἐκ τῆς παιδείας ἀπολαύουσι κέρδους. 95.1312 Ἀρετὴ ἀμελέτητος ἐν τοῖς ἔργοις, ταχέως ὑπὸ τῶν περιστάσεων ἀφανίζεται. Ἐκ μελέτης πολλῆς καὶ ἀσκήσεως ἡ βία καὶ ἡ ἀγριότης τῶν παθῶν ἀσθενεῖ. Ἡ συνεχὴς ἄσκησις ἐπιστήμην παγίαν ἐργάζεται, ὡς ἀμαθίαν ἀμελετησία· καὶ πάλιν αὔξει τὴν πεῖραν ἡ περὶ αὐτὴν τριβή. -Μελέτη τροφὸς ἐπιστήμης.

ΤΙΤΛ. Ζʹ. -Περὶ γνωσιμαχούντων.

Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Πρὸ κρίσεως ἐξέταζε σεαυτὸν, καὶ ἐν καιρῷ ἐπισκοπῆς εὑρήσεις ἱλασμόν. Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου.

ΤΙΤΛ. Ηʹ. -Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰς ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσι,

καὶ μηδὲν ποιεῖν χωρὶς αὐτῶν. Εἶπεν ὁ Θεὸς τῇ γυναικί· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός

σου κυριεύσει. Ἐὰν γενομένη γένηται γυνὴ ἀνδρὶ, καὶ εὐχαὶ αὐτῆς ἐπ' αὐτῇ, κατὰ τὴν διαστολὴν τῶν χειλέων αὐτῆς, ὅσας ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, καὶ οὕτω στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς στήσονται. Ἐὰν δὲ ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς, ᾗ ἐὰν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενοῦσιν, ὅτι ἀνὴρ ἀνένευσε· καὶ Κύριος καθαρίσει αὐτήν. Γυνὴ ἴδιον ἄνδρα τιμῶσα, σοφὴ πᾶσι φανήσεται. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ Κυρίῳ· ὅτι ἀνὴρ κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· καὶ αὐτός ἐστι κεφαλὴ τοῦ σώματος. Ἀλλ' ὡς ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν πᾶσιν. Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ὡς ἑαυτὸν ἀγαπάτω· ἡ δὲ γυνὴ, ἵνα φοβηθῇ τὸν ἄνδρα. Αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται· ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ὁ ἐν πλοκαῖς τριχῶν καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅς ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελής. Οὕτως γάρ ποτε αἱ γυναῖκες αἱ ἐλπίζουσαι εἰς Θεὸν, ἐκόσμουν ἑαυτὰς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάῤῥα ὑπήκουσε τῷ Ἀβραὰμ, 95.1313 κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι, καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

ΤΙΤΛ. Θʹ. -Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκατακαλύπτως εὔχεσθαι αὐτὰς, ἢ

λαλεῖν, ἢ διδάσκειν ἐν ἐκκλησίᾳ Θεοῦ . Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ

προσεύχεσθαι; οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν, ἐὰν κομᾷ, ἀτίμια