1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

18

πλάσαντι, Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, Οὐ συνετῶς με ἐποίησας; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, Τί ποιεῖς; Τί οὐκ ἐργάσεις, οὐδὲ ἔχεις χεῖρας; καὶ μὴ ἀποκριθήσεται 95.1096 τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτόν; ἢ ὁ λέγων τῷ πατρὶ, τί ἐγέννησε; καὶ τῇ μητρὶ, Τί ὠδίνεις; Ὁ μὴ ἐνθυμηθεὶς κατὰ τοῦ Κυρίου πονηρὰ, δοθήσεται αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτή. Μὴ δικαιοῦ ἐναντίον Κυρίου. Ὦ ἄνθρωπε, μενοῦν γε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; Μὴ πειράζωμεν τὸν Κύριον, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Οἱ τολμῶντες Θεῷ ἀντιλέγειν, φασίν· ∆ιά τί ἐν τῇ κατασκευῇ τὸ ἀναμάρτητον οὐκ ἔχομεν, ὥστε οὐδὲ βουλομένοις ἡμῖν ὑπάρχειν τὸ ἁμαρτάνειν; Ὅτι καὶ σὺ τοὺς οἰκέτας, οὐχ ὅταν δεσμίους ἔχῃς, εὔνους ὑπολαμβάνεις, ἀλλ' ὅταν ἴδῃς ἑκουσίως ἀποπληροῦντάς σοι τὰ καθήκοντα. Καὶ Θεῷ φίλον, οὐ τὸ ἠναγκασμένον, ἀλλὰ τὸ ἐξ ἀρετῆς κατορθούμενον. Ἀρετὴ δὲ ἐκ προαιρέσεως, καὶ οὐκ ἀνάγκης γίνεται. Ὁ τοίνυν μεμφόμενος τὸν ποιητὴν, ὡς μὴ φυσικῶς κατασκευάσαντα ἡμᾶς ἀναμαρτήτους, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προτιμᾷ, καὶ τὴν ἀκίνητον καὶ ἀνόρμητον τῆς προαιρετικῆς καὶ ἐμπράκτου. Μηδεὶς, παρακαλῶ, διορθούσθω τὸν Κύριον, μηδὲ λεγέσθω, ὅτι τοῦτο ἡμῖν ὠφελεῖ συμβῆναι, καὶ οὐκ ἐκεῖνο πάντως. Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἐν γνόφῳ γὰρ κρίνει, κατὰ τὸν Ἰὼβ, καὶ νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται. Εἶδεν τὰ ἀπὸ κακίας ἐπὶ ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ προτρεπόμενα φάρμακα. Κάθες, ἄνθρωπε, τὴν ὁρμήν· ἐπίθες τῇ γλώττῃ μοχλὸν καὶ θύραν, ἀποπήδησον τῆς οὕτω ψυχρᾶς εἰκαιομυθίας Πάρες ἐπὶ πάντα Θεῷ τὸ καὶ εἰδέναι καὶ δρᾷν ἅπερ ἂν αὐτῷ πρέπει.

Τίτλ. ϛʹ. -Περὶ ἀγγέλων· ὅτι καὶ ἄγγελοι ἁμαρτήσαντες κολάζονται.

Προστάγματι ἐθανάτωσε δράκοντα ἀποστάτην. Ὁ Θεὸς ἁμαρτησάντων οὐκ ἐφείσατο· ἀλλὰ σειραῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν κολαζομένους τηρεῖσθαι. Ἀγγέλους τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρί 95.1097 σιν μεγάλης ἡμέρας δεσμοῖς αἰωνίοις ὑπὸ ζόφον τετήρηκεν. Ἄγγελοι πάντες, ὥσπερ προσηγορίας, οὕτω καὶ φύσεως πάντως τῆς αὐτῆς τυγχάνουσι. Φανοτάτης οὔσης οὐσίας τῶν ἀγγέλων, μᾶλλον δὲ οὐρανίου, οὐκ ἀποτεταγμένον ἓν εἶδος, ἢ μία μορφὴ περὶ αὐτὰ εὑρίσκεται· οὐ γὰρ σκληραὶ καὶ ἀντίτυποι φύσεις σωμάτων εἰσίν. Ἦν τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, ὁ μέγας Ἰεζεκιὴλ περὶ τῶν ἀγγέλων ἔλεγεν· ὅπερ δηλοῖ τὸ ἀκλινὲς τῆς γνώμης, καὶ τὸ πρὸς τὰ νοήματα τῆς φύσεως ἐκείνης ὀξυκίνητον. Τιμῶμεν ἀγγέλους, οὐ διὰ τὴν φύσιν, ἀλλὰ διὰ τὴν ἀρετήν· καὶ δαίμονας ἀτιμάζομεν, διὰ τὴν ἐνυπάρχουσαν αὐτῶν κακίαν. Πνευματικαὶ τῶν ἀγγέλων οὐσίαι· εἰκάζονται δὲ πολλάκις ἀνθρώπων ἰδέαις, πρὸς τὰς ὑποκειμένας χρείας μεταμορφούμενοι.

ΤΙΤΛ. Ζʹ. -Περὶ ἀγγέλων· ὅτι ἀγγέλους φύλακας ἡμῖν ἐπέστησεν ὁ Θεός.

Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. Πρόσεχε σεαυτῷ, καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπειθήσῃ αὐτῷ· οὐ γὰρ μὴ ὑποστελεῖταί σε. Τὸ γὰρ ὄνομά μού ἐστιν ἐν αὐτῷ. Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὥσπερ παιδαγωγούς τινας ἢ παιδονόμους ἐπιτεταγμένους τοῖς ἀνθρώποις τοὺς ἀγγέλους εἰδὼς ὁ Ἀπόστολος, εἰς μαρτυρίαν ἐκάλεσε. Τοὺς μὲν ἁγίους φωταγωγοὶ