1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

46

πράξεων ἐργασία βλάψαι, ὅσον κατασπᾶσαι τῆς πρώτης χώρας, αὐτὸν εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων, ὡς καὶ δυνηθῆναι ἀντιστῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ἀνωθισμόν. Μνημονεύετε τῆς φρικώδους, καὶ φοβερᾶς ἡμέρας, ἐν ᾗ πάντες παρίστανται τῷ βήματι τοῦ Χριστοῦ, δώσοντες δίκας τῶν πεπραγμένων, ἔνθα πρὸ ὀφθαλμῶν πάντων προτεθήσεται τὰ ἁμαρτήματα, καὶ ἀποκαλυφθήσεται, καὶ τοῖς ἀγνοοῦσιν ἐπιδειχθήσεται· ἔνθα ἡ πηγὴ τοῦ πυρὸς, καὶ ὁ ἀκοίμητος σκώληξ. Ἔνθα πάντα γυμνὰ καὶ τετραχηλισμένα· ἔνθα βίβλοι τῶν καρδιῶν ἡμῶν ἀνοιγήσονται, καὶ ἐν μέσῳ ἀναγνωσθήσεται τὰ φανερὰ καὶ τὰ κεκρυμμένα, τὰ ἐν νυκτὶ, καὶ τὰ ἐν ἡμέρᾳ. Ἐπὶ τοῦ ἑνὸς οὐ θέλομεν ἀσχημονῆσαι ἐνταῦθα, ἐπὶ δὲ μυριάδων τοσούτων ἐκεῖ τί ποιήσομεν Καθάπερ ἡμεῖς τοῖς οἰκέταις τοῖς ἡμετέροις, οὐχὶ τῆς ἐξόδου μόνον, ἀλλὰ καὶ τῆς εἰσόδου ἀπαιτοῦμεν τὸν λόγον, ἐξετάζοντες πόθεν ὑπεδέξαντο χρήματα, καὶ παρὰ τίνων, καὶ πότε, καὶ πῶς, καὶ πόσα· 95.1188 οὕτως δὲ καὶ ὁ Θεὸς, οὐχὶ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς κτήσεως ἀπαιτήσει τὰς εὐθύνας. Οὐ τὸ κολάζεσθαι ἐνταῦθα, κακὸν, ἀλλὰ τὸ ἄξιον τῆς ἐκεῖσε γενέσθαι κολάσεως. Οὐκ ἔστι παρὰ Θεῷ, οὔτε πονηρὸν ὄντα ἀπολέσαι τὸν ἀγαθὸν μισθὸν περὶ ἑνὸς ἀγαθοῦ μετὰ πλειόνων κακῶν πεπραγμένου, οὔτε πάλιν ἀγαθὸν ὄντα, ἀπολέσαι τὴν κόλασιν, καὶ μὴ λαβεῖν αὐτὴν, εἰ μετὰ πλειόνων ἀγαθῶν ἔν τινι γένηται πονηρεύων. Ἀνάγκη γὰρ ζυγῷ καὶ σταθμῷ πάντα ἀποδιδόναι τὸν Θεόν. Ὁ νοῦς ἑκάστῳ μάρτυς ἐστὶν ὧν ἐν ἀφανεῖ ἐβουλεύσαντο, καὶ τὸ συνειδὸς ἔλεγχος ἀδέκαστος, καὶ πάντων ἀψευδέστατος.

ΤΙΤΛ. Ιϛʹ. -Περὶ ἀρᾶς ὑπὸ Κυρίου, καὶ τῶν προφητῶν, καὶ ἀποστόλων ποτὲ

γενομένης. Εἶπεν ὁ Κύριος τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων

τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει, καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ τῇ γυναικὶ εἶπεν· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Τῷ δὲ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι, τοῦτο μόνον μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν ἄρτον σου, ἕως οὗ ἀποστρέψῃς εἰς γῆν ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἰ, καὶ εἰς γῆν ἀπελεύσῃ. Εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ εἶπεν· Οὐ γινώσκω Μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ; Καὶ εἶπεν ὁ Θεός· Τί ἐποιήσας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου· ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Ἐξένηψε Νῶε ἐκ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Εἶπεν ∆αβίδ· ὄρη τὰ Γελβουὲ, μήτε δρόσος, μήτε ὑετὸς πέσῃ ἐφ' ὑμᾶς. Ὄρη θανάτου, ὅτι ἐκεῖ ἐξηράνθη σκέπη δυνατῶν. Ἰδοὺ Ἠλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. Καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν· Ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι. Καὶ ἀπεκρίθη Ἠλιοὺ, καὶ εἶπεν αὐτῷ· Εἰ ἄνθρωπος τοῦ Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐξ οὐρανοῦ, καὶ ἀναλώσει σε, καὶ τοὺς πεντήκοντά σου. Καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν, καὶ τοὺς πεντήκοντα αὐτοῦ. Εἶπεν Ἠλιού· 95.1189 Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ἐξαπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῷ Βαὰλ μυῖαν θεὸν προσόχθισμα Ἀκκαρὼν, οὐχ οὕτως· ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσει ἀπ' αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. Ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ, καὶ κατηράσατο τὴν