1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

65

ἀστραπὴ, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. Αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας, καὶ ἀπὸ ἡγουμένου καὶ τυράννου ἕνεκεν ψεύδους· ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας, καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς, καὶ ἀπὸ ἀληθείας Θεοῦ, καὶ ἀπὸ διαθήκης· καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐν ἄρτοις, καὶ ἀπὸ σκορακισμοῦ λήψεως καὶ δόσεως, καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς· ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας, καὶ ἀπὸ συστροφῆς προσώπου συγγενοῦς, καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ περιεργίας παιδίσκης αὐτῆς· ἀπὸ φίλων περὶ λόγου ὀνειδισμοῦ, καὶ ἀποκαλύψεως λόγων κρυφίων· καὶ ἔσῃ αἰσχυντηρὸς ὡς ἀληθινὸς, καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου.

ΤΙΤΛ. ΜΑʹ. -Περὶ αἰσχύνης πονηρᾶς. Περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς.

Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις· καὶ μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου, καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου. Ἔστι χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρόν. Ὀργὴ, καὶ ἀναίδεια, καὶ αἰσχύνη μεγάλη, ἐὰν γυνὴ ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. Περὶ τούτων μὴ αἰσχυνθῇς, καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν· Περὶ νόμου Ὑψίστου καὶ διαθήκης, καὶ περὶ κρίματος τοῦ δικαιῶσαι τὸν ἀσεβῆ, περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων, καὶ περὶ δόσεως κληρονομίας ἑτέρων· περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμῶν, καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων· περὶ διαφόρου πράσεως ἐμπόρων, καὶ περὶ παιδείας τέκνων πολλῶν, καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι. Ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς· καὶ ὅπου χεῖρες 95.1252 πολλαὶ, κλεῖσον. Ὃ ἐὰν παραδῷς, ἐν ἀριθμῷ, καὶ σταθμῷ· καὶ δόσις καὶ λῆψις πάντων ἐν γραφῇ. Τὴν αἰδὼ φασὶ μὴ λυσιτελῆσαι πολλοῖς.

ΤΙΤΛ. ΜΒʹ. -Περὶ ἀδίκων αἰτήσεων· καὶ ὅτι τὰς ἀδίκους αἰτήσεις, οὐ χρὴ πρὸς

πέρας ἄγειν, κἂν μήτηρ τύχῃ ἡ τὴν αἴτησιν ποιουμένη. Ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκ δεξιῶν αὐτοῦ ἐκάθισε, καὶ εἶπεν

αὐτῷ· Αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν μου. Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· Αἴτησαι, μήτηρ ἐμὴ, ὅτι οὐκ ἀποστρέψω σε. ∆οθήτω δὴ Ἀβισὰκ ἡ Σουναμῖτις Ὀρνίᾳ [αλ. Ἀδονίᾳ σρνψη προ 'δνψη] τῷ ἀδελφῷ σου εἰς γυναῖκα. Καὶ ἀπεκρίθη Σολομὼν ὁ βασιλεὺς, καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· Καὶ ἵνα τί αἰτῇ τὴν Ἀβισὰκ τῷ Ὀρνίᾳ εἰς γυναῖκα; Καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν· ὅτι οὗτος ὁ ἀδελφός μου μείζων ὑπὲρ ἐμὲ, καὶ αὐτῷ Ἀβιαθὰρ ὁ ἱερεὺς, καὶ αὐτῷ Ἰωὰβ υἱὸς Σαρουΐα ὁ ἀρχιστράτηγος ἑταῖρος αὐτοῦ. Καὶ ὤμοσεν ὁ βασιλεὺς Σολομὼν κατὰ τοῦ Κυρίου, λέγων· Τάδε ποιῆσαί μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ὀρνίας τὸν λόγον τοῦτον. Καὶ νῦν ζῇ Κύριος, ὃς ἡτοίμασε, καὶ ἔθετό με ἐπὶ τὸν θρόνον ∆αβὶδ τοῦ πατρός μου, ὅτι σήμερον θανατωθήσεται Ὀρνίας. Καὶ ἐξαπέστειλεν, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἀπέθανεν Ὀρνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ' αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; Ἡ δὲ εἶπεν· Ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε. ∆ύνασθε πίνειν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ βάπτισμα, ὃ βαπτίζομαι, βαπτισθῆναι; Λέγουσιν αὐτῷ· ∆υνάμεθα. Λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου, καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοιμάσθη ὑπὸ τοῦ Πατρός μου.

ΤΙΤΛ. ΜΓʹ. -Περὶ ἀπληστίας· καὶ ὅτι ἀπλήστως ἔχομεν πρὸς τὴν τοῦ πλείονος

ὄρεξιν.