1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

94

ψυχῆς. Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα καὶ τὴν γλῶσσαν, τηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. Γλῶσσα μαλακὴ συντρίβει ὀστᾶ. Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρατοῦντες αὐτὴν ἔδονται τοὺς καρποὺς αὐτῆς. Μακάριος ἀνὴρ, ὃς οὐκ ὀλισθήσεται ἐν στόματι αὐτοῦ. Λάρυγξ γλυκὺς πληθύνει φίλους αὐτῶν. Τίς δώσει ἐπὶ τοῦ στόματός μου φυλακὴν, καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα, ἵνα μὴ ἐκπέσῃ ἀπ' αὐτῆς, καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με; Ὁ μισῶν λαλιὰν, ἐλαττοῦται κακίαν. Ἀγαθὰ ἐκκεχυμένα, ἐπὶ στόματι κεκλεισμένῳ. Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειός ἐστι, δυνάμενος χαλιναγωγῆσαι τὸ σῶμα. Τὸ περὶ τὴν φωνὴν ἀσκεῖν σωφρονεῖν, λαγνείας ἐστὶ καρτερία. Οὐκ ἴστε ἡλίκον ἐκ Θεοῦ δῶρον ἡ σιωπή· φθέγγου δὲ, εἴ τι κρεῖττον σιωπῆς ἔχεις. Ἀγάπα δὲ ἡσυχίαν, ἔνθα κρεῖττον λόγου τὸ σιωπᾷν. Οὐχ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία, καὶ λόγων ἀντιθέσεις. Ἀρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος. Σοφὸς ἀνὴρ καὶ σιγῶν, τὸν Θεὸν τιμᾷ, εἰδὼς καὶ διὰ τί σιγᾷ. Φείδου μοι, παρακαλῶ, τοῦ αὐτοῦ ἀκαταστάτου γλώσσης. Χαλεπώτερος γὰρ ὁ τῆς γλώσσης ὄλισθος τοῦ τῶν ποδῶν ὀλίσθου. ΤΙΤΛ. ΙΕʹ. -Περὶ τῶν τὴν γλῶσσαν μὴ φυλαττόντων. Ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀπόστηθι. Ἀπὸ μάστιγος γλώσσης κρύψει σε. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. 95.1344 Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα. Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσα σου περιέπλεκε δολιότητα. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας. Παγὶς ἀνδρὶ ἰσχυρὰ τὰ ἴδια χείλη· ἁλίσκεται δὲ ῥήμασιν ἰδίου στόματος. Ὁ ἄστεγος χείλεσιν ὑποσκολιάζων ὑποσκελισθήσεται. Λόγος λυπηρὸς ἐγείρει ὀργάς. Ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ. Στόμα ἀφρόνων ἀναγγελεῖ κακά. Σκολιὸς ἐν τῷ ἑαυτοῦ στόματι φέρει τὴν ἀπώλειαν. Ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά. Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακὰ, τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται. Στόμα ἄφρονος συντρίβει αὐτὸν, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ. Βόθρος βαθὺς στόμα παρανόμου· ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν. Ἐν πολλοῖς ξύλοις θαλεῖ πῦρ· στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας. ∆ι' ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδα ὁ ἁμαρτωλός. Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. -Περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. -Οἱ ἀπαίδευτοι, ἀκρατεῖς γλώσσῃ. Ἐὰν ἐξελκύσῃς λόγον, ἐξελεύσεται κρίσις, καὶ μάχη. Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκούσῃ, ἀφροσύνη καὶ ὄνειδος αὐτῷ ἐστι. Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ ἡ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ Θεοῦ. Ἄφρων πληθύνει λόγους. -Μὴ στῇς ἐν λόγῳ πονηρῷ. Ἐνέτειναν γλῶσσαν αὐτῶν ὡς τόξον. Ὁ πλεονάζων λόγον, βδελυχθήσεται. Βέλος πεπηγὸς ἐν μηρῷ σαρκὸς, οὕτως λόγος ἐν κοιλία μωροῦ. -Ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους. Μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους, καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. -Φοβερὸς ἐν πόλει ἀνὴρ γλωσσώδης. Ὀλίσθημα ἀπὸ ἐδάφους, ἢ ἀπὸ γλώσσης. Πληγὴ μάστιγος ποιεῖ μώλωπα, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ. -Τὸ ἀργύριόν σου, καὶ τὸ χρυσίον σου κατάδησον, καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν, καὶ τῷ στόματί σου ποίησον θύραν 95.1345 καὶ μοχλόν· πρόσεχε μή πως ὀλισθήσῃς ἐν αὐτῷ, - Πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλώσσης. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνάμενος χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. Εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν· ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος