1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

61

φυλάσσοντες αὐτόν. Μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ, ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ' ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου. ∆ιὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς αὐτῶν ἐπικαλεῖσθαι. Ἡτοίμασε γὰρ αὐτοῖς πόλιν. Καὶ μετ' ὀλίγα· Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν, Βαράκ τε, καὶ Σαμψὼν, καὶ Ἰεφθάε, ∆αβίδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν, οἱ διὰ πίστεως κατηγωνίσαντο βασιλείας. Μακάριος ὁ τὰ πλείστων ἄξια κεκτημένος, ὁ τῶν ἀναφαιρέτων ἀγαθῶν μέτοχος. Τοῦτον δὲ πῶς ἐπιγνωσόμεθα; Ὃς οὐκ ἐπορεύθη ἐν τῇ βουλῇ ἀσεβῶν. Μακάριος, ὃς οὐκ ἔλαβε περὶ Θεοῦ δισταγμὸν, ὁ μὴ μικροψυχήσας περὶ τὰ παρόντα, ἀλλὰ ἀναμένων τὰ προσδοκώμενα· ὃς ἔσχε περὶ τοῦ Κτίσαντος ἡμᾶς ὑπόληψιν ἄπιστον. Μαρτύρων μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; διότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν οἰκεῖον δεσπότην εὐνοίας Ἡ πρὸς τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις τὴν ἀναφορὰν ἐπὶ τὸν δεσπότην ἔχει, ᾧ δεδουλεύκασιν, καὶ ὁ τοὺς διὰ πίστιν ἠθληκότας τιμῶν, δῆλός ἐστιν τὸν ζῆλον ἔχων τῆς πίστεως. Ταύτην εἶναι πραγματείαν ἀρίστην φημὶ, αἵματος ὀλίγου βασιλείαν οὐρανῶν ὠνήσασθαι, καὶ δόξης ἀϊδιότητα τῶν προσκαίρων ἀντιλαβεῖν ἀγαθῶν. Νόμος μαρτυρίας, μήτε ἐθέλοντας πρὸς τὸν ἀγῶνα χωρεῖν, φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενεστέρων, μήτε παρόντας ἀναδύεσθαι· τὸ μὲν γὰρ θράσους, τὸ δὲ ἀνανδρίας ἐστίν. Ἡ τῶν μακαρισμῶν κοινωνία, θεότητός ἐστι κοινωνία· Θεοῦ γὰρ ὡς ἀληθῶς ἴδιον ἡ μακαριότης ἐστίν. Εἰ τὸ ἰδεῖν τὸν Θεὸν ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ ἔχει, τὸ Υἱὸν γενέσθαι τοῦ Θεοῦ, ὑπὲρ εὐκληρίαν ἐστὶ πάντων. Ὁ γὰρ Υἱὸς ἀξιωθεὶς γενέσθαι, ἕξει 95.1240 πάντως ἐν ἑαυτῷ τοῦ Πατρὸς τὸ ἀξίωμα· ὑπὲρ εὐχὴν δὲ ἡ ἐπιτυχία· ὑπὲρ ἐλπίδα δὲ τὸ δῶρον· ὑπὲρ φύσιν ἡ χάρις. Φύσις ἐστὶ πρὸς τὸ μακάριον καὶ ἐπαινούμενον τὴν ἐπιθυμίαν συντείνεσθαι. Ἀγαθοῦ παντὸς τὸ κεφάλαιον, τὸ ὑπὲρ τὴν ζωοποιὸν ἐξουσίαν τετάχθαι. Τοιαῦτα τῶν ἁγίων αἱ ψυχαί. Πρὶν ἢ καταπεσεῖν, ἀνίστανται· πρὶν ἢ πρὸς ἁμαρτίαν ἐλθεῖν, ἀναχαιτίζονται· ἐπειδὴ νήφουσι, καὶ διὰ παντός εἰσιν ἐγρηγορυῖαι. Οὐ μήρινθον λεπτὴν διαθέουσιν οἱ θαυματοποιοὶ τοῦ Χριστοῦ, οὐδὲ ξίφεσιν ἐπικυβιστῶντες γυμνοῖς, τέχνῃ τὰς πληγὰς διαφεύγουσιν, ἀλλὰ ἀντὶ μὲν σχοινίου τὴν στενὴν καὶ ἀμφίκρημνον τῆς εὐσεβείας ὁδὸν ἀσαλεύτῳ βήματι διατρέχουσι· τῶν δὲ τυραννουμένων ξιφῶν τὰς ἀκμὰς ταῖς τῶν οἰκείων πληγῶν φιλοτιμίαις ἀμβλύνουσιν· οὐ τὸ μὴ πάσχειν τέχνην ποιησάμενοι, ἀλλὰ τὸ νικᾷν ἐν τῷ πάσχειν ἀσκούμενοι. Ἔοικε τὸ μαρτύριον ἀποκάθαρσις εἶναι ἁμαρτιῶν μετὰ δόξης. Μακαρία φύσις, ἡ ἐπὶ παντὶ χαιροῦσα, καὶ μηδενὶ δυσαρεστοῦσα ἐν τῷ κόσμῳ τὸ παράπαν, ἀλλ' εὐαρεστοῦσα τοῖς γινομένοις, ὡς καλῶς καὶ συμφερόντως γινομένοις.

ΤΙΤΛ. ΛΒʹ. -Περὶ ἀπαρχῶν καὶ ἀποδεκατούντων καὶ ὡς χρὴ προσφέρειν τῷ

Θεῷ τὰς ἀπαρχάς. Ἀπαρχὰς ἅλωνός σου, οὐχ ὑστερήσεις. Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.

Ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου, εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου. Ὁ βραχίων ὁ δεξιὸς τῷ ἱερεῖ ἔσται. Πᾶσα δεκάτη τῆς γῆς σου, ἔσται ἅγιον τῷ Κυρίῳ. Πρόσεχε σεαυτῷ, μὴ ἐγκαταλίπῃς τὸν Λευΐτην πάντα τὸν χρόνον, ὅσον ἐὰν ζῇς ἐπὶ τῆς γῆς. Οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός· ἕκαστος κατὰ