1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

4

περὶ τὴν πίστιν· κεῖται ἐνταῦθα ἐν τῷ λ στοιχείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ περὶ λογομάχων. 95.1049 Περὶ τῶν ἀποστερούντων μισθούς· κεῖται ἐνταῦθα ἐν τῷ μ στοιχείῳ τῆς Ιϛʹ· οὗ ἡ ἀρχὴ, περὶ μισθωτοῦ. Στοιχεῖον Β. Αʹ. Περὶ βασιλείας οὐρανῶν. Βʹ. Περὶ βουλῆς Θεοῦ· καὶ ὅτι ἄτρεπτος, καὶ ἀνέφικτος ἀνθρώποις ὑπάρχει. Γʹ. Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ εὐδοκοῦντος, πᾶσα ἐπιβουλὴ ἀνθρώπων ἀσθενεῖ, καὶ ὀλίγοι πολλῶν κρατοῦσιν. ∆ʹ Περὶ βαπτίσματος, καὶ τῆς τοῦ θείου λυτροῦ προφητείας. Εʹ. Περὶ βδελυγμάτων, καὶ τῶν λεγομένων θεῶν. ϛʹ. Περὶ τοῦ βίου καὶ τοῦ κόσμου τούτου· καὶ ὅτι ἐν περισπασμῷ καὶ μόχθῳ, καὶ ἡμεῖς, καὶ ὁ βίος ἡμῶν. Ζʹ. Περὶ βιαίου καὶ ἀβιάστου. Ηʹ. Περὶ βλασφήμου καὶ μεγαλοῤῥήμονος. Θʹ. Περὶ βασιλέως χρηστοῦ καὶ μισοπονήρου. Ιʹ. Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. ΙΑʹ. Περὶ βασιλέως· ὅτι χρὴ εὔχεσθαι ὑπὲρ αὐτοῦ. ΙΒʹ. Περὶ βουλῆς· ὅτι χρὴ μετὰ σκέψεως καὶ βουλῆς πάντα πράττειν. ΙΓʹ. Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων, τῶν ἀπὸ τοῦ στοιχείου ἀρχομένων, καὶ ἀλλαχοῦ κειμένων τε καὶ εὑρισκομένων. Περὶ τῶν βλασφημούντων ἐξ ἀνοίας εἰς τὸν Θεόν· κεῖται ἐνταῦθα ἐν τῷ ε στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ ἐκδικήσεως Θεοῦ. Περὶ βροχῆς· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς Ζʹ, περὶ ὑετοῦ. Στοιχεῖον Γ. Αʹ. Περὶ γνωστικῶν καὶ πνευματικῶν ἀνδρῶν· καὶ ὅσα ἀγαθὰ ἕψεται αὐτοῖς. Βʹ. Περὶ τοῦ, Γνῶθι σεαυτὸν, ἤτοι Πρόσεχε σεαυτῷ· καὶ ὅτι χρὴ τὰ οἰκεῖα ἕκαστον περισκοπεῖν, καὶ μὴ τὰ ἀλλότρια περιεργάζεσθαι κακά. Γʹ. Περὶ γογγυσμοῦ. ∆ʹ. Περὶ γερόντων καὶ παλαιῶν ἀνδρῶν· καὶ ὡς χρὴ τιμᾶσθαι αὐτούς. Εʹ. Περὶ γεωργίας καὶ γεωργῶν· καὶ ὅτι καλὸν τὸ ἐργάζεσθαι. ϛʹ. Περὶ γυμνασίου, καὶ μελέτης, καὶ ἀσκήσεως. Ζʹ. Περὶ γνωσιμαχούντων. Ηʹ. Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰ ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσι· καὶ μηδὲν πράττειν ἄνευ τῆς αὐτῶν γνώμης καὶ βουλῆς. Θʹ. Περὶ γυναικῶν κυϊσκουσῶν· καὶ ὅτι μὲν ἄρσεν τίκτει, ἐπὶ τεσσαράκοντα ἡμέρας οὐκ εἰσελεύσεται εἰς οἶκον Κυρίου· εἰ δὲ θῆλυ, ἐπὶ ὀγδοήκοντα. Ιʹ. Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκαταλύπτως εὔχεσθαι, ἀλλὰ οὐδὲ λαλεῖν, ἢ διδάσκειν ἐν τῇ ἐκκλησίᾳ Θεοῦ. ΙΑʹ. Περὶ γυναικὸς ἀνδρείας καὶ σώφρονος. ΙΒʹ. Περὶ γυναικῶν πονηρῶν, καὶ μοιχαλίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας πεπληρωμένων. ΙΓʹ. Περὶ γαστριμαργίας, καὶ κόρου· καὶ ὅτι θάνατον προξενεῖ. Ι∆ʹ. Περὶ τῶν τὴν γλῶσσαν ἑαυτῶν φυλαττόντων. ΙΕʹ. Περὶ τῶν τὴν γλῶσσαν ἑαυτῶν μὴ φυλαττόντων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ γέλωτος, καὶ γελοιαστῶν· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς Ιʹ· οὗ ἡ ἀρχὴ, περὶ παρθενίας. Στοιχεῖον ∆. Αʹ. Περὶ δυνάμεως Θεοῦ. 95.1052 Βʹ. Περὶ δημιουργίας Θεοῦ, καὶ ὡς οὐδὲν εἰκῆ γέγονεν παρ' αὐτοῦ, ἀλλὰ καλὰ λίαν. Γʹ. Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν καὶ ἁγιάζειν τὸν Θεόν· καὶ ὅτι τοὺς δοξάζοντας αὐτὸν δοξάζει. ∆ʹ. Περὶ δικαιολογίας καὶ τίνες ἐδικαιολογήσαντο πρὸς Θεόν. Εʹ. Περὶ τῶν δουλευόντων Θεῷ· καὶ ὅτι χρὴ τούτους τιμᾷν, καὶ σέβειν, καὶ τὰ πρὸς τὴν χρείαν νέμειν. ϛʹ. Περὶ διαγνώσεως καλοῦ καὶ πονηροῦ· καὶ ὅτι ἀπὸ τῶν ἔργων, καὶ οὐκ ἀπὸ τῶν λόγων χρὴ δοκιμάζειν. Ζʹ. Περὶ δικαίων εὐχῆς παρ' αὐτῶν γενομένης· καὶ ὅτι φυλάττει αὐτοὺς ἐκ πειρασμῶν. Ηʹ. Περὶ δικαίων· ὅτι περιφρονοῦνται, καὶ διασύρονται. Θʹ. Περὶ δανείζοντος καὶ δανειζομένου, καὶ περὶ τῶν κακῶν. Ιʹ. Περὶ δεσποτῶν, καὶ οἰκοδεσποτῶν· καὶ ὅτι οὐ χρὴ αὐτοὺς φορτικοὺς εἶναι, ἀλλ' ἠπίους τοῖς νοσοῦσιν. ΙΑʹ. Περὶ διδασκάλων. ΙΒʹ. Περὶ διαβολῆς· ὅτι οὐ δεῖ ἀκρίτως δέχεσθαι διαβολὴν κατά τινος ἀνθρώπου. ΙΓʹ. Περὶ διηγήσεως ἀπὸ συνετῶν ἀνδρῶν γινομένης· καὶ ὅτι χρὴ σπουδαίους εἶναι ἡμᾶς περὶ τὰς τοιαύτας ἀκροάσεις, διαδιδράσκειν δὲ τὰς τῶν ἀπίστων ἀνδρῶν διηγήσεις καὶ ὁμιλίας. Ι∆ʹ. Περὶ δικαιοσύνης καὶ ἀρετῆς. ΙΕʹ. Περὶ διαφορᾶς καὶ ἀνομοίου καταστάσεως ἀνθρώπων. Ιϛʹ. Περὶ δικαίων, καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. ΙΖʹ. Περὶ διγλώσσου. ΙΗʹ. Περὶ δικαστῶν ἀδεκάστων, καὶ καθαρὰς χεῖρας ἐχόντων, καὶ κρῖμα, καὶ δικαιοσύνην ποιούντων. ΙΘʹ. Περὶ δικαστῶν ληπτῶν, καὶ δωροδοκουμένων, καὶ ἀθέσμως