1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

80

μνησικακήσει ὁ γνωστικός ποτε· οὐ χαλεπανεῖ οὐδενὶ, κἂν μίσους ἄξια τυγχάνῃ, ἐφ' οἷς διαπράττεται. Σέβει μὲν γὰρ τὸν Ποιητὴν, ἀγαπᾷ δὲ τὸν κοινωνικὸν τοῦ βίου, οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν αὐτοῦ. -Τὸν γνωστικὸν οὐδέποτε τὸ πλουτεῖν γήθειν ποιεῖ, οὐδὲ τῶν χρημάτων ἀπορεῖν, εἰς ταπείνωσιν ἄγει, τῆς ἀρετῆς καὶ σοφίας αὐτὸν ὑπερυψούσης, καὶ ὑπεράνω αὐτῶν ἵστασθαι παρασκευαζούσης, ὡς διὰ μεγαλοψυχίαν ἐναδιαφορεῖν τοῖς ἡδέσι καὶ ἀηδέσι.

ΤΙΤΛ. Βʹ. -Περὶ τοῦ, Γνῶθι σεαυτὸν, ἤτοι, Πρόσεχε σεαυτῷ· καὶ ὅτι χρὴ

ἕκαστον τὰ οἰκεῖα περισκοπεῖν, καὶ μὴ τὰ ἀλλότρια περιεργάζεσθαι. Πρόσεχε σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας

τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου. Οἱ ἑαυτῶν ἐπιγνώμονες, σοφοί. Συντήρησον, καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς. Ἐν φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ βίους, ἀλλ' ἐπαίνους. Καὶ εἴ σοί ἐστιν ἁμαρτία, μὴ ἀποκάλυπτε. Τί βλέπεις τὸ κάρφος ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες, ἔκβαλε τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Σκόπει, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστιν. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει, ἢ πίπτει. Σταθήσεται δέ· δυνατὸς δὲ ὁ Θεὸς στῆσαι αὐτόν. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Σεαυτὸν ἁγνὸν τήρει. Ὁ καταλαλῶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ κρίνων, κατα 95.1300 λαλεῖ νόμον, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου. Γνῶθι σεαυτὸν πρὸ πάντων. Οὐδὲν γὰρ δυσχερέστερον. Ὅταν δὲ σαυτὸν γνῷς, τότε δυνήσῃ καὶ Θεὸν ἐπιγνῶναι, καὶ λογισμῷ ἐπελθεῖν τὰ πράγματα, ὡς καθήκει. Ἔπαθες, ἄνθρωπε, ὃ ἐγκαλεῖς; καὶ τὸ μὲν ἀλλότριον κακὸν ἐπιμελῶς ἐπιβλέπεις, τὸ δὲ αὑτοῦ αἰσχρὸν οὐδαμοῦ τιθεῖς; Ῥᾴδιον ἑκάστῳ ἡμῶν πολυπραγμονεῖν τὰ ἀλλότρια, ἢ τὰ οἰκεῖα ἑαυτοῦ διασκέπτεσθαι. Ἵνα οὖν μὴ τοῦτο πάσχωμεν, παῦσαι, φησὶ, τὰ τοῦ δεῖνος κακὰ περιερευνώμενος. Μὴ δίδου σχολὴν τοῖς λογισμοῖς τὸ ἀλλότριον ἐξετάζειν ἀῤῥώστημα, ἀλλὰ σαυτῷ πρόσεχε· τουτέστιν ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε τὸ ὄμμα σου τῆς ψυχῆς, καὶ μὴ παύσῃ διερευνώμενος σεαυτόν. Μεμνημένος τῆς φύσεως, οὐκ ἐπαρθήσῃ ποτέ. Μεμνήσῃ δὲ ἑαυτοῦ, ἐὰν προσέχῃς σεαυτῷ. Πρόσεχε οὖν σεαυτῷ· τουτέστι πανταχόθεν σεαυτὸν περισκόπει. Ἀκοίμητον ἔχε πρὸς τὴν σεαυτοῦ φυλακὴν τὸ τῆς ψυχῆς ὄμμα. Ἐν μέσῳ παγίδων διαβαίνεις· κεκρυμμένοι βρόχοι παρὰ τοῦ ἐχθροῦ πολλαχόθεν καταπεπήγασιν. Πάντα οὖν περισκόπει, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ὅρα οὖν μὴ χείρων φανῇς τῶν ἀλόγων πρὸς τὴν σεαυτοῦ φυλακὴν, μήποτε ταῖς παγίσιν ἁλοὺς, θήραμα γένῃ τοῦ διαβόλου, ἐζωγρημένος ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Πρόσεχε οὖν σεαυτῷ, τουτέστι μήτε τοῖς σοῖς, μήτε τοῖς περὶ σὲ, ἀλλὰ σεαυτῷ μᾶλλον πρόσεχε. Ἄλλο γάρ ἐσμεν ἡμεῖς αὐτοὶ, ἄλλο τὰ ἡμέτερα, καὶ ἄλλο περὶ ἡμᾶς. Ἡμεῖς μὲν οὖν ἐσμεν ἡ ψυχὴ καὶ ὁ νοῦς, καθ' ὃν κατ' εἰκόνα τοῦ Κτίσαντος γεγενήμεθα. Ἡμέτερον δὲ τὸ σῶμα, καὶ αἱ διὰ τούτου αἰσθήσεις, περὶ ἡμᾶς δὲ χρήματα, τέχναι, καὶ ἡ λοιπὴ τοῦ βίου κατασκευή· τί οὖν φησιν ὁ λόγος; Μὴ τῇ σαρκὶ πρόσεχε, μηδὲ τὸ ταύτης ἀγαθὸν ἐκ παντὸς τρόπου δίωκε, ὑγείαν, καὶ κάλλος, καὶ ἡδονῶν ἀπολαύσεις, καὶ μακροβίωσιν, μηδὲ χρήματα, καὶ δόξαν, καὶ δυναστείαν θαύμαζε, μηδ' ὅσα σοι τῆς προσκαίρου ζωῆς τὴν ὑπηρεσίαν πληροῖ. Ἀλλὰ πρόσεχε σεαυτῷ, τουτέστι τῇ ψυχῇ σου. Ταύτην κατακόσμησον, καὶ ταύτης ἐπιμελοῦ· ὥστε πάντα μὲν τὸν ἐκ πονηρίας ἐπιγινόμενον αὐτῇ ῥύπον ἀποικονομεῖσθαι διὰ τῆς προσοχῆς, πᾶν δὲ τὸ ἀπὸ κακίας αἶσχος