1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

110

ὡς τύραννος. Ἀρκεῖσθαι γὰρ τῇ τιμῇ τῆς προσηγορίας, τὴν δὲ ἐν ἑκάστῳ τῶν πραγμάτων βουλὴν πᾶσι δώσω.

ΤΙΤΛ. ΙΘʹ. -Περὶ δικαστῶν δωροδοκουμένων, καὶ ἀθέσμως κατακρινόντων.

Πῦρ καύσει οἴκους δωροδεκτῶν. Θυμὸς ἐπ' ἀσεβεῖς ἔσται, δι' ἀσέβειαν δώρων ὧν ἐδέχοντο. Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ δικαίου ἀνομίαν ἐν ὑπερηφανείᾳ. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε. Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης. Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδικίας, οὐ κατευοδοῦνται αἱ ὁδοὶ αὐτοῦ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ διδοὺς δῶρα· τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων. Ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὄστρακον ἡγητέον. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος, καὶ βδελυκτὸς παρὰ Κυρίῳ. Ὁ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται, καὶ μισητὸς εἰς ἔθνη. Ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένητα ἕνεκεν ὑποδημάτων. Τῶν πατούντων ἐπὶ τὸν χοῦν τῆς γῆς, καὶ ἐκονδυλίαζον εἰς κεφαλὰς ἐθνῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν. Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῶν ἐτρυγήσατε; Πεσοῦνται οἱ ἄρχοντες αὐτῶν ἐν ῥομφαίᾳ δι' ἀπαιδευσίαν γλώσσης αὐτῶν. Οἴμοι, ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν. Πάντες εἰς αἵματα δικάζουσιν. Ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν. Ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε, καταθύμιον τῆς ψυχῆς αὐτοῦ. 95.1397 Ὑμεῖς ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ· ἠσθενήσατε πολλούς. Κἀγὼ δέδωκα ὑμᾶς ἐξουθενουμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ' ὧν ἐλαμβάνετε δῶρα ἐν νόμῳ. Γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. ∆ιὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίσις, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ, ὡς λέοντες ὠρυόμενοι, οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας. Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ' αὐτοῦ. ∆ιὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χόρτος ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κτήματα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ἡμῶν πόῤῥωθεν ἥξει, καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; φησὶ Κύριος. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς· οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων. Οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος; ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Οἱ ὀφθαλμοὶ αὐτῶν οὐ καλοὶ, καὶ ἡ καρδία αὐτῶν εὐθεῖα, ἀλλ' ἐπὶ τὴν πλεονεξίαν, καὶ ἐπὶ τὸ αἷμα τὸ ἀθῶον τοῦ ἐκχέειν αὐτὸ, καὶ ἐπὶ τὴν συκοφαντίαν, καὶ εἰς ἀδίκημα, καὶ εἰς φόνον τοῦ ποιεῖν. Ἐταπείνωσας τὸν ὑψηλὸν, καὶ ὕψωσας τὸν ταπεινόν. Ἀδικίαν θήσομαι αὐτὴν, λέγει Κύριος. Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἅρπαγες, ἁρπάζοντες ἅρπαγμα τοῦ ἐκχέαι