1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

36

ἐξολοθρεύσει. Ἁμαρτάνοντας καταδιώξεται κακά. Ὁδοὶ ἀσεβῶν ἀπολοῦνται. Αἱ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναὶ, καὶ οὐκ οἴδασι πῶς προσκόπτουσιν. Ἔγγονον κακὸν, μάχαιρα τοὺς ὀδόντας ἔχει, καὶ τὰς μύλας στομίδας, ὥστε ἀναλίσκειν τοὺς ταπεινοὺς τῆς γῆς. Πρόχειρος γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἡ ἀπώλεια. Οὗ ἐὰν εἰσέλθῃ ἀσεβὴς, ἀφανίζεται. Καρποὺς ἀσεβῶν ἀναστρέψει Κύριος. Ἀσεβὴς ποιεῖ ἔργα ἄδικα. 95.1153 Στόμα ἀσεβῶν καλύπτει πένθος ἄωρον. Συντριβὴ ἀσεβῶν, πενία. Παραπονηρευομένης καταιγίδος ἀφανίζεται ὁ ἀσεβής. ∆ιωγμοὶ ἀσεβῶν εἰς θάνατον. Λαμπτὴρ ἀσεβῶν, ἁμαρτία. Ἔργα ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. Ἀσεβὴς ποιεῖ ἔργα ἀδικίας. Φυλάσσεται ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Ἄδικοι ἀπολοῦνται συντόμως. Θαυμάσαι πρόσωπον ἀσεβοῦς, οὐ καλόν. Φεύγει ἀσεβὴς μηδενὸς διώκοντος. Γλῶσσα ἀδίκου ἐξολεῖται. Ἀσεβὴς οὐχ ἕξει παῤῥησίαν. Θυσία ἀσεβῶν βδέλυγμα Κυρίῳ. Ὁδὸς κακοῦ, καὶ ποῦς παρανόμου, ἀπολεῖται ἐν ἡμέρᾳ κακῇ. Βδέλυγμα Κυρίῳ, ὁδοὶ ἀσεβοῦς. Ἀνθ' ὧν ἠδίκουν νηπίους, φονευθήσονται. Ψυχὴ ἀσεβοῦς, οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς ἀνθρώπων. Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸς, καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν. Οἰκίαι ἀσεβῶν ἀφανισθήσονται. Μακρὰν ἀπέχει ἀπὸ ἁμαρτωλῶν ὁ Θεός. Ἀκάθαρτος ἔναντι Κυρίου πᾶς παράνομος. Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Συντέλεια εἰς ἀσεβεῖς ἥξει. Ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἔσονται ὥσπερ τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἰσχὺς αὐτῶν ὡς καλάμη στυπασίου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρός. Καὶ κατακαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Ἀσεβῶν πόλις, εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Ἐντελοῦμαι τῇ οἰκουμένῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν. Οὐ μὴ μείνῃ εἰς τὸν αἰῶνα χρόνον σπέρμα πονηρόν. Ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου μετὰ θυμοῦ καὶ 95.1156 ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Ἡ γῆ τῶν ἀσεβῶν πεσεῖται. Τρόμος λήψεται τοὺς ἀσεβεῖς. Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἐὰν ἀπ' ἐμοῦ ἀποστῇς, πλέον τι ἕξεις, εἶπεν ὁ Κύριος. Ὁ ἄνομος θύων μόσχον, ὡς ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὑῶν. Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δοθήσεται αὐτῷ. Ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος. Καὶ ἔσται ὡς στιγμή. Καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθ' ὕπνον, ὁ πλοῦτος τῶν ἐθνῶν, καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πεινῶντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων αὐτῶν μάταιον τὸ ἐνύπνιον αὐτῶν· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πεινῶν, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν. Εἶπεν Κύριος πρός με· Μὴ προσεύξῃ περὶ τοῦ λαοῦ τούτου, ὅτι ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔσται ἡ ψυχή μου πρὸς αὐτούς. Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου, ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός. Τάδε λέγει Κύριος· Αὐτοὶ οἰκοδομήσουσιν, ἐγὼ δὲ καταστρέψω. Ἐν ἴσῳ μισητὰ, καὶ ὁ ἀσεβῶν, καὶ ἡ ἀσέβεια· τὸ πραχθὲν σὺν τῷ δράσαντι ἐξολοθρευθήσεται. Ἐλπὶς ἀσεβῶν ὡς φερόμενος χνοῦς ὑπὸ ἀνέμου, καὶ ὡς καπνὸς ἀπὸ ἀνέμου διεχύθη. Γενεᾶς ἀδίκου χαλεπὰ τὰ τέλη. Μάταιοι μὲν πάντες ἄνθρωποι, οἷς παρῆν Θεοῦ ἀγνωσία, καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὰ ὄντα, οὔτε τοῖς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην. Ταλαίπωροι, καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν. Τοῖς ἀσεβέσι μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη. Ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ. Ἐκδίκησις ἀσεβῶν, πῦρ καὶ σκώληξ. 95.1157 Πῦρ,