1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

69

δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. Ἔλεγε· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποίᾳ παραβολῇ παραβάλλομεν αὐτήν; Ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς ἐστι, καὶ ὅταν σπαρῇ, ἀναβαίνει πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. ∆ιὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Οὐκ ἔστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ. Οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει. Ἢ οὐκ οἴδατε, ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε λοίδοροι, οὐ μέθυσοι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσι. Τελειούμενος ἄνθρωπος, εἰς τὴν τῶν ἀγγέλων ἀξίαν ἀνάγεται. Τὸν ἐκεῖθεν τῶν ἑορταζόντων ἦχον, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, οὐκ ἄλλο τι, ἢ τοῦτο εἶναι νομίζω, Θεὸν ὑμνούμενόν τε καὶ δοξαζόμενον τοῖς τῆς ἐκεῖσε πολιτείας ἠξιωμένοις. 95.1264 Ὥσπερ διάφοροι βίων αἱρέσεις, οὕτως καὶ μοναὶ ἄλλαι παρὰ τῷ Θεῷ κατὰ τὴν ἀξίαν ἑκάστῳ μεριζόμεναι. Καὶ ὁ μὲν τήνδε κατορθούτω ἀρετὴν, ὁ δὲ τὰς ἁπάσας, εἰ οἷόν τε· μόνον ὁδευέτω, καὶ ἐφιέσθω τοῦ πρόσω, καὶ κατὰ πόδας ἑπέσθω τῷ καλῶς ὁδηγοῦντι καὶ κατευθύνοντι, καὶ διὰ τῆς στενῆς ὁδοῦ καὶ πύλης ἐπὶ τὸ πλάτος ἄγοντι τῆς ἐκεῖθεν μακαριότητος. Χριστῷ συνταφῆναί με δεῖ, Χριστῷ συναναστῆναι, συγκληρονομῆσαι Χριστῷ, υἱὸν γενέσθαι Θεοῦ, θεὸν αὐτόν. Ἆθλον ἀρετῆς, θεὸν γενέσθαι, καὶ τῷ καθαρωτάτῳ φωτὶ καταστράπτεσθαι. -Τὸ πιστὸν καὶ ἀναμφίβολον τῆς ἐλπιζομένης χάριτος, ἀπόλαυσις τοῖς δι' ὑπομονῆς ἀπεκδεχομένοις γίνεται. Ἡ τῆς βασιλείας ἀξία, ὑπερκειμένην ἑαυτῆς τυραννίδα οὐκ ἔχει. -Τῶν προσδοκωμένων ἀγαθῶν ἡ θλίψις ἄνθος ἐστίν. ∆ιὰ τὸν καρπὸν τὸ ἄνθος δρεψώμεθα. Οὐ τῶν καθευδόντων καὶ βλακευόντων ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν. Αὕτη γὰρ μόνη βία καλὴ, Θεὸν βιάσασθαι, καὶ παρὰ Θεοῦ ζωὴν ἁρπάσαι. Ὁ δὲ γνοὺς τοὺς βεβαίως, μᾶλλον δὲ βιαίως ἀντεχομένους, συνεχώρησε καὶ εἶξε. Χαίρει γὰρ ὁ Θεὸς τὰ τοιαῦτα ἡττώμενος. Οὐκ ἔχει ἐπιθυμίαν ἡ ἄφθαρτος βασιλεία, ἀλλὰ παρουσίαν πάντων τῶν ἀγαθῶν. Ὅθεν οὐκ ἔστιν ἐπιθυμῆσαι· ἐκ γὰρ τοῦ ὑστερεῖν, τὸ ἐπιθυμεῖν ἐστιν· ἐκ δὲ τοῦ πάντα ἔχειν, τὸ μηδενὸς ἐπιθυμεῖν ἐστι. -Βασιλείαν Θεοῦ λεκτέον, τὴν κατάστασιν τῶν κατὰ τοὺς θείους νόμους βιούντων.

ΤΙΤΛ. Βʹ. -Περὶ βουλῆς Θεοῦ· καὶ ὅτι ἄτρεπτος, καὶ ἀνέφικτος ἀνθρώποις

ὑπάρχει. Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν. Ὡς φοβερὸς ἐν

βουλαῖς ὑπὲρ τοὺς υἱοὺς ἀνθρώπων. Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνθρώπου· ἡ δὲ βουλὴ τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ἃ ὁ Θεὸς ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Τάδε λέγει Κύριος Σαβαὼθ, λέγων· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ. -Ποῦ εἰσιν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι ὅ τι βεβούλευται Κύριος Σαβαώθ. Τίς ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ 95.1265 ἐγένετο, ὃς συμβιβάσει αὐτόν; ἢ πρὸς τίνα συνεβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; Θεὸς αἰώνιος ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. Πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω· ἐλάλησα, καὶ ἤγαγον· ἔκτισα καὶ ἐποίησα αὐτό. Τὸ ῥῆμά μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρός με κενὸν, ἕως ἂν συντελέσῃ πάντα ὅσα ἠθέλησα. Τίς ἀνδρῶν γνώσεται βουλὴν Θεοῦ; ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ Κύριος; λογισμοὶ γὰρ θνητῶν δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Μόλις γὰρ εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν