1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

119

Ἐροῦσιν, Οὐαὶ τοῖς ἀθετοῦσιν· οἱ ἀθετοῦντες τὸν νόμον, φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμῶν. Πᾶς ὁ ἀκούων μου τοὺς λόγους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον. Καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν Καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Γίνεσθε ποιηταὶ νόμου, καὶ μὴ μόνον ἀκροαταὶ, παραλογιζόμενοι ἑαυτούς· ὅτι εἴ τις ἀκροατὴς νόμου ἐστὶ, καὶ οὐ ποιητὴς, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ, καὶ εὐθέως ἐπελάθετο ὁποῖός ἐστι. Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐπὶ πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας ἐστὶ, καὶ οἶδε τὸ αἱρετὸν αὐτοῦ καὶ τὸ φευκτὸν ἰχθὺς, τί ἐροῦμεν ἡμεῖς, οἱ λόγῳ τετιμημένοι, καὶ νόμῳ πεπαιδευμένοι, ἐπαγγελίας προτραπέντες, πνεύματι σοφισθέντες, οἱ τῶν ἀλόγων ἰχθύων ἀλογώτερον τὸ κατ' ἑαυτοὺς διατιθέμενοι; Ἐπείπερ οἱ μὲν ἴσασι τοῦ μέλλοντός τινα ποιεῖσθαι πρόνοιαν, ἡμεῖς δὲ δι' ἡδονῆς βοσκηματώδους τὴν ζωὴν ἀναλίσκομεν. Ἰχθὺς τοιαῦτα διαμείβει πελάγη ὑπὲρ τοῦ εὕρασθαί τινα ὠφέλειαν. Τί ἐρεῖς σὺ ὁ τῇ ἀργίᾳ συζῶν; ἀργία γὰρ κακουργίας ἀρχή. Μηδεὶς ἄγνοιαν προφασιζέσθω. Φυσικὸς λόγος οἰκείωσιν ἡμῖν τοῦ καλοῦ, καὶ ἀλλοτρίωσιν ἀπὸ τῶν βλαβερῶν ὑποδεικνὺς ἐγκατέσπαρται. Ἰχθύες οὐκ ἀντιλέγουσι νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων διαταγμάτων οὐκ ἀνεχόμεθα. Μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄλογα καὶ ἄφωνα παντελῶς· ἀλλὰ καὶ τούτων ἀλογώτερος εἶ, τῇ διατάξει τοῦ Κτίσαντος ἀνθιστάμενος. Ἀσεβὲς τὸ λέγειν ἀδύνατα τὰ τοῦ Πνεύματος παραγγέλματα. Ἀνακέκραται τὸ κακὸν πρὸς τὴν φύσιν διὰ τῶν ἐξ ἀρχῆς παραδεξαμένων τὸ πάθος, τῶν διὰ τῆς παρακοῆς εἰσοικισαμένων τὴν νόσον. 95.1425 Πᾶσα ἡ κτίσις τῷ προστάγματι τοῦ Θεοῦ πειθαρχεῖ· ὁ δὲ ἄνθρωπος μόνος ἀπειθεῖ, δι' ὃν καὶ γέγονε τὰ πάντα. Τῶν τὸν πατέρα μὴ μιμουμένων ὁ πατὴρ πατέρα καλούντων οὐκ ἐπακούεται. Μετὰ τὰ τῶν γνωρισμάτων οὖν πρόσελθε τῷ ∆εσπότῃ, καὶ ὡς τέκνον ἀσπάσεταί σε. Τοῖς μὲν Θεοῦ γνώμῃ κατακολουθοῦσιν, καὶ τὰ καλῶς νομοθετηθέντα μὴ τολμῶσι παραβαίνειν, πάντα κατορθοῦνται παρὰ πίστεως, καὶ γέρας εὐδαιμονίας πρόκειται παρὰ Θεοῦ. Καθ' ὅσον δὲ αὖ ἀποστῶσι τῆς τούτων ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς ἀνηκέστους ὅ τι ποτ' ἂν ὡς ἀγαθὸν δρᾷν σπουδάσωσιν

ΤΙΤΛ. Γʹ. -Περὶ εὐδαιμονίας καὶ μακαρισμοῦ· καὶ ὅτι οὐ δεῖ πρὸ τελευτῆς μακαρίζειν τινά.

Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα. Μὴ μακαρίζῃς ἄνδρα πρὸ τῆς τελευτῆς αὐτοῦ. Ὁ μὲν ἐν τῷ βίῳ τυγχάνων, οὔπω μακαριστὸς διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. Ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατακλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Μηδὲν μέγα εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος, Πολλοὶ ποοσωρμίσθησαν ἐκ τρικυμίας.

ΤΙΤΛ. ∆ʹ. -Περὶ ἐνυπνίων. Ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας. Ὡς ὁ δρασσόμενος σκιᾶς καὶ διώκων

ἀνέμους, οὕτως ὁ προσέχων ἐνυπνίοις, καὶ ὡς ὠδίνουσα φαντάζεται τῇ καρδίᾳ. Ἐὰν μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ, μὴ δώσεις εἰς αὐτὰ καρδίαν σου. Πολλοὺς γὰρ ἐπλάνησαν τὰ ἐνύπνια, καὶ ἠσθένησαν οἱ ἐλπίζοντες εἰς αὐτά. Μαντεῖαι καὶ οἰωνισμοὶ, καὶ ἐνύπνια ἁμαρτία ἐστί. Πεφύκασί πως αἱ καθ' ὕπνον φαντασίαι, ὡς τὰ