1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

19

φυλάττουσιν ἄγγελοι, τοὺς δὲ φαύλους σκοτεινοί. Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται. Ἡ γὰρ πνευματικὴ φιλία ἔστιν ἀρετὴ καὶ γνῶσις Θεοῦ, δι' ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν, εἴ γε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις.

ΤΙΤΛ. Ηʹ. -Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως καὶ κατασκευῆς.

Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ· καὶ ὕπνωσεν, καὶ ἔλαβεν μίαν ἐκ πλευρῶν αὐτοῦ, καὶ ἐνεπλήρωσε σάρκα ἀντ' αὐτῆς, καὶ ᾠκοδόμησεν αὐ 95.1100 τὴν εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδάμ· Τοῦτο νῦν ἐστιν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασαν· δέρμα καὶ κρέας ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Τὰ πάντα ἐγένετο ἐκ τοῦ χοὸς, καὶ τὰ πάντα ἐπιστρέψει εἰς τὴν γῆν. Ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ κατ' εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν. Ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, καὶ ἐν εὐθύτητι κρίσιν κρίνῃ. Εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος, ἴσος ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου, καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ, δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι, ἐκ σπέρματος ἀνδρὸς, καὶ ἡδονῆς ὕπνῳ συνελθούσης. Καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα, καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσα γῆν, πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων· ἐν σπαργάνοις ἀνετράφην καὶ ἐν φροντίσιν. Οὐδεὶς γὰρ βασιλεὺς ἑτέραν ἔσχε γενέσεως ἀρχήν· μία δὲ πάντων εἴσοδος εἰς τὸν κόσμον, ἔξοδος ἴση. Κύριος ἔκτισε ἐκ γῆς ἄνθρωπον· ἡμέρας ἀριθμοὺς καὶ καιρὸν ἔδωκεν αὐτῷ, καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν ἐπ' αὐτῆς. Κατ' εἰκόνα αὐτοῦ ἐποίησεν αὐτὸν, καὶ ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς, κατακυριεύειν θηρίων καὶ ἑρπετῶν. ∆ιαβούλιον, καὶ δόξαν, καὶ ὀφθαλμοὺς, καὶ ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτὸν, καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτῷ. Πάντα ὅσα ἀπὸ γῆς, εἰς τὴν γῆν ἐπελεύσεται. Αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐν ἔργοις ἀγαθοῖς ἐν Χριστῷ Ἰησοῦ, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτῷ περιπατήσωμεν. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν ἑαυτοῦ κτισμάτων. Αὐτὸς ὁ ∆ημιουργὸς καὶ ∆εσπότης τῶν ἁπάντων 95.1101 ἐπὶ τοῖς ἔργοις αὐτοῦ ἀγάλλεται. Τῷ γὰρ παμμεγεθεστάτῳ αὐτοῦ κράτει οὐρανοὺς ἐστήριξεν, καὶ τῇ ἀκαταλήπτῳ αὐτοῦ συνέσει διεκόσμησεν αὐτούς· γῆν δὲ ἐχώρισεν ἀπὸ τοῦ περιέχοντος αὐτὴν ὕδατος, καὶ ἥδρασεν ἐπὶ τὸν ἀσφαλῆ τοῦ ἰδίου θελήματος θεμέλιον. Ἐπὶ τούτοις τὸν ἐξοχώτατον καὶ παμμεγέθη ἄνθρωπον ταῖς ἰδίαις αὐτοῦ καὶ ἀμώμοις χερσὶν ἔπλασεν, τῆς ἑαυτοῦ εἰκόνος χαρακτῆρα. Οὕτως γάρ φησιν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ταῦτα οὖν πάντα τελειώσας, ἐποίησεν αὐτὰ, καὶ ηὐλόγησε, καὶ εἶπεν· Αὐξάνεσθε καὶ πληθύνεσθε. Τίς ὀστέων ἐξῆπται ἄτηκτον οὐσίαν; τίς δὲ συνέδησεν ἐπιτείνεσθαι νεύροις, καὶ ἀνίεσθαι περὶ