1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

59

κατέφθειρε πάντας. Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν. Ἀντὶ τοῦ, Ἀγαπᾷν με ἐνδιέβαλόν με. Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐκ ἐνεχθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἀχαρίστου ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται, καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον. Ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλὸς, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον. Ξενιεῖς καὶ ποτιεῖς ἀχάριστον, καὶ πρὸς ἐπὶ τούτῳ πικρὰ ἀκούσεις. ∆εινὸν, τὸν εὐεργηθέντα καὶ ταῖς μεγίσταις ὑπόχρεων χάρισι, πρὸς τῷ ἀχαρίστῳ, ἔτι καὶ ὕβρεως, καὶ ἀτιμίας κατᾶρξαι. ∆εινὸν μέν· ἀλλὰ τῷ ποιοῦντι μεῖζόν ἐστι κακὸν, ἢ τῷ πάσχοντι. Ὑπερβολὴ τοῦτό γε ἀγνωμοσύνης, τὴν φιλανθρωπίαν τοῦ εὐεργέτου ἀφορμὴν ἀχαριστίας ποιεῖσθαι. Ὁρῶμεν πολλοὺς τῶν ἀνθρώπων μετὰ τὰς εὐεργεσίας, καθάπερ ἀνδραπόδων, οὕτω καὶ περιορῶντας τῶν εὐεργετησάντων, καὶ τὰς ὀφρύας ἀνασπῶντας κατ' αὐτῶν. ∆εινόν μοι ἡ ἀχαριστία καταφαίνεται· δεινόν μοι καὶ πάνδεινον

ΤΙΤΛ. Λʹ. -Περὶ ἀδυνάτων πραγμάτων.

Μὴ θάλλει πάπειρος ἄνευ ὕδατος; ἢ ὑψωθήσεται βούτομος ἄνευ ποτοῦ, ἔτι ὢν ἐπὶ ῥίζης; Εἰ ἔστι ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου, ζητοῦντος βοῤῥᾶν; Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τις συνέτριψε τὸ πᾶν ὕδωρ ἱματίῳ; τίς ἐκράτησε πάντων ἄκρων τῆς γῆς; Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω, ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδὸν ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδὸν ἀνδρὸς ἐν νεότητι. Εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; Εἰ ἐξελεύσεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ, θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι; εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι; εἰ φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ πτοηθήσεται; καὶ ἔσται κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν; Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος, ὥστε κόπτειν ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι, μεμαθηκότες κακά. Ἄμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει; Ὕψος οὐρανοῦ, καὶ πλάτος γῆς, καὶ ἄβυσσον, καὶ σοφίαν τίς ἐξιχνιάσει; Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ Μαμμωνᾷ. Τίς ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Μή τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτως οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ. οὐδὲ δοῦλος ὑπὲρ τὸν Κύριον αὐτοῦ. Οὐδέν ἐστι συγκεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν, ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ. Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Πῶς δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! Πάλιν λέγω ὑμῖν· Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι πασὰ δὲ Θεῷ πάντα δυνατά. 95.1233 Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Εἶπεν ὁ Ἰησοῦς τῷ Νικοδήμῳ· Ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὑτοῦ δεύτερον, καὶ γεννηθῆναι; Ἀπεκρίθη Ἰησοῦς· Ἀμὴν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν