1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

52

ἐπηρεάζειν ἐπιχειρούντων φαιδροτέρα ἄνεισι, τῶν κοπτόντων ἑαυτοὺς καταγελῶσα. Οὔτε τὸ φῶς ἔσται σκότος ποτὲ, ἕως ἂν ᾖ φῶς· οὔτε ἡ τῶν παρ' ἡμῖν πραγμάτων ἀλήθεια διελεγχθήσεται. Ἀλήθεια γάρ ἐστι, καὶ ταύτης ἰσχυρότερον οὐδέν. Πᾶς ὁ δυνάμενος λέγειν τὴν ἀλήθειαν, καὶ μὴ λέγων, κριθήσεται ὑπὸ τοῦ Θεοῦ. Βέλτιον λίθον βαλεῖν εἰκῆ, ἢ λόγον. Λάλει ἃ δεῖ, καὶ ὅτε δεῖ, καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. Σιγᾷν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν.

ΤΙΤΛ. Κʹ. -Περὶ ἀρχομένων· ὅτι ἐξομοιοῦνται τοῖς τῶν κρατούντων ἤθεσι,

κἄν τε χρηστοὶ, κἄν τε μοχθηροὶ ὑπάρχωσι. Εἶπε Γεδεὼν πρὸς τὸν λαόν· Καθὼς ποιῶ, οὕτως ποιήσατε. Σαλπιῶ ἐν τῇ

κερατίνῃ, καὶ σαλπιεῖτε κύκλῳ τῆς παρεμβολῆς. Ἔλαβεν Ἀβιμέλεχ τὴν ἀξίνην, καὶ ἔκοψεν κλάδους ξύλων, καὶ ἔθηκεν ἐπὶ τῶν ὤμων αὐτοῦ, καὶ εἶπε τῷ λαῷ τῷ μετ' αὐτοῦ· Ὃ οἴδατε ποιοῦντά με, ποιήσατε. Κατὰ τὸν κριτὴν τοῦ λαοῦ, οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ· καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως, πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Πρὸς τὸ τῶν κρατούντων ἦθος πλάττεσθαι πέφυκεν ὡς τὰ πολλὰ τὸ ἀρχόμενον. Ὥστε ὁποῖοί ποτε ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸ ἀγόμενον εἶναι.

ΤΙΤΛ. ΚΑʹ. -Περὶ ἀρχομένων· ὅτι χρὴ αὐτοὺς ὑποτάσσεσθαι τοῖς ἄρχουσι, καὶ

εἴκειν, καὶ παραχωρεῖν, καὶ τιμᾷν, καὶ μὴ ἀντιλέγειν. Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Ἀσεβὴς,

ὃς λέγει τῷ βασιλεῖ, Παρανομεῖς. Ἀσεβὴς, ὃς οὐκ αἰσχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι τούτοις. Ἐν εἰδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμείοις κοιτῶνός σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου, καὶ ὁ ἔχων πτέρυγας, ἀναγγελεῖ λόγον σου. Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα, καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃς. Στόμα βασιλέως φύλαξον, καὶ ἀπὸ τοῦ προσώπου αὐτοῦ πορεύσῃ, ὅτι πάντα ὅσα ἐὰν θελήσῃ ποιῆσαι, καθὼς βασιλεὺς ἐξουσιάζων ποιεῖ, καὶ τίς ἐρεῖ αὐτῷ, Τί ποιεῖς; Μεγιστᾶνι ταπεινοῦ τὴν κεφαλήν σου. Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου. Προσκαλεσαμένου σε δυνάστου, ὑποχωρῶν γίνου, καὶ τόσῳ σε μᾶλλον προσκαλέσεται. Ἐν μέσῳ μεγιστάνων μὴ ἐξίσασον. Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. Οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ. Αἱ δὲ οὖσαι ἐξουσίαι, ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν· ὥστε ἀντιτασσόμενος, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες. Ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσι, ὡς δι' αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν κακοποιῶν. Τῷ Καίσαρι ὑποτάγητε, ἐν οἷς ἀκίνδυνος ἡ ὑποταγή. -Εὐεργεσία τοῖς ὑποδεεστέροις, καὶ ἄρχειν ἑαυτῶν μὴ ἐπισταμένοις, τὸ δουλεύειν τοῖς κατ' ἐπιστήμην ἄρχουσιν. Ὑποτασσώμεθα, καὶ Θεῷ, καὶ ἀλλήλοις, καὶ τοῖς ἐπιγείοις ἄρχουσι· Θεῷ διὰ παντός· διὰ φιλαδελφίαν, ἀλλήλοις· δι' εὐταξίαν, τοῖς ἄρχουσιν· καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν ὦσιν ἡμερώτεροι καὶ χρηστότεροι. ∆εινὸν γὰρ ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεῖ τῆς συγγνώμης, ἵνα μὴ καὶ τῆς ἐκείνων τραχύτητος αὐτοὶ δίκας ἀπαιτηθῶμεν, γαλήνην πνευματικὴν λύσαντες, καὶ φωτὶ ζόφον ἐπαγαγόντες, καὶ μέλιτι καταμιγνύντες ἀψίνθιον. 95.1209 Τοὺς ὑπὸ βασιλέως χειροτονουμένους ἄρχοντας, κἂν πονηροὶ ὦσιν, ἕτερον δεδοικέναι χρὴ, οὐ διὰ τὴν πονηρίαν καταφρονοῦντες αὐτῶν, ἀλλὰ διὰ τὴν ἀξίαν τοῦ χειροτονήσαντος δυσωπούμενοι. Πάντες οἱ ἄρχεσθαι κακῶς μεμαθηκότες, καὶ ἄρχειν εἴσονται, παρελθόντες εἰς ἐξουσίαν αὐτοῦ. Ὁ μαθὼν ἄρχεσθαι, καὶ ἄρχειν εὐθὺς μανθάνει.