1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

70

μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν; βουλὴν δέ σου τίς ἔγνω; Ὅπου Θεὸς βούλεται, νικᾶται φύσεως τάξις. Εἰ ἠβουλήθη γὰρ, ἠδυνήθη.

ΤΙΤΛ. Γʹ. -Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ εὐδοκοῦντος ἐπιβουλὴ

ἀνθρώπων ἀσθενεῖ, καὶ ὀλίγοι πολλῶν κρατοῦσι. Καθότι αὐτοὺς ἐταπείνουν, πλείους ἐγίγνοντο, καὶ ἴσχυον σφόδρα. Εἶπε

Κύριος πρὸς Μωϋσῆν· Εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα, ἀπὸ τῶν ἐργοδιωκτῶν αὐτῶν. Οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα. Εἶπε Βαλαάμ· Ἐκ Μεσοποταμίας κατεπέμψατό με Βαλὰκ βασιλεὺς Μωὰβ, λέγων· Κατάρασαί μοι τὸν Ἰσραήλ. Τί ἀράσομαι ὃν μὴ ἀρᾶται Κύριος; ἢ καταράσομαι ὃν μὴ καταρᾶται ὁ Θεός; Εἶπε Κύριος πρὸς Γεδεών· Πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ἰσραὴλ, ὅτι Ἡ χείρ μου ἔσωσέ με. Καὶ νῦν λάλησον εἰς τὰ ὦτα τοῦ λαοῦ, λέγων· Τίς ὁ φοβούμενος καὶ δειλός; Ἐπιστραφήτω. Καὶ ἀπεστράφησαν ἀπὸ τοῦ λαοῦ εἴκοσι δύο χιλιάδες, καὶ δέκα χιλιάδες ἀπελείφθησαν. Καὶ εἶπε Κύριος πρὸς Γεδεών· Ἔτι ὁ λαὸς πολὺς, κατένεγκον αὐτοὺς εἰς τὸ ὕδωρ. Καὶ εἶπε πρὸς Γεδεών· Πᾶς ὃς ἂν λείξῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος, ὡς ἂν λείξῃ κύων, στήσεις αὐτοὺς κατὰ μόνας· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν τριακόσιοι ἄνδρες. Καὶ εἶπε Κύριος· Ἐν τοῖς τριακοσίοις τούτοις παραδώσω τὴν Μαδιὰμ εἰς χεῖράς σου. Ἔλαβε ∆αβὶδ τὴν ῥάβδον ἐν χειρὶ αὐτοῦ, καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους, καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ, καὶ σφενδόνη αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ προσῆλθεν πρὸς τὸν ἀλλόφυλον. Καὶ εἶδε τὸν ∆αβὶδ, καὶ ἐξουδένωσεν αὐτὸν, ὅτι ἦν 95.1268 παιδάριον. Καὶ εἶπεν ὁ ἀλλόφυλος· Μὴ κύων ἐγώ εἰμι, ὅτι σὺ ἐξῆλθες ἐν ῥάβδῳ καὶ ἐν λίθοις; Καὶ εἶπε ∆αβὶδ πρὸς ἀλλόφυλον· Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι. Ἐγὼ δὲ προσάγω πρὸς σὲ ἐν ὀνόματι Κυρίου Σαβαὼθ παντοκράτορος, καὶ πατάξω σε, καὶ γνώσονται πᾶσα ἡ ἐκκλησία αὕτη, ὅτι οὐκ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν δόρατι σώζει Κύριος. Καὶ ἐξέτεινε ∆αβὶδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον, καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα, καὶ ἐσφενδόνησε, καὶ ἐπάταξε τὸν ἀλλόφυλον εἰς τὸ μέτωπον αὐτοῦ. Καὶ διέδυ ὁ λίθος διὰ τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν, καὶ ἔδραμε ∆αβὶδ, καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ. Εἶπεν Ἀβεσαλὼμ, καὶ πᾶς ἀνὴρ Ἰσραήλ· Ἀγαθὴ ἡ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀρχιτόφελ. Ὅπως ἐπάγῃ Κύριος ἐπὶ Ἀβεσαλὼμ τὰ κακά. Εἰσῆλθον τέσσαρες λεπροὶ, καὶ Θεοῦ εὐδοκήσαντος, ὅλον τὸ στρατόπεδον Συρίας ἐφόβησαν. Κατίσχυσεν Ἐζεκίας, καὶ ᾠκοδόμησε τὸ τεῖχος τὸ κατεσπασμένον, καὶ ἐλάλησεν ἐπὶ καρδίαν λέγων· Ἰσχύσατε καὶ ἀνδρίζεσθε, μὴ πτοηθῆναι ἀπὸ προσώπου τοῦ βασιλέως Ἀσσοὺρ, καὶ τοῦ ἔθνους τοῦ μεγάλου, ὅτι μεθ' ἡμῶν πλείους ἢ μετ' αὐτῶν. Βραχίονες σάρκινοι μετ' αὐτοῦ, μεθ' ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν· καὶ κατεθάῤῥησεν ὁ λαός. Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; καὶ τὰ λοιπά. Οὐ σωθήσεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας, καὶ τὰ λοιπά. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε, Κύριε, τίς ὅμοιός σοι; καὶ τὰ λοιπά. ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν· εἰπάτω δὴ Ἰσραήλ· εἰ μὴ ὅτι Κύριος, καὶ τὰ λοιπά. Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου. Ἔσομαι αὐτῇ πύργος κύκλωθεν, καὶ εἰς δόξαν ἔσομαι αὐτῆς. Καὶ ποιήσω ἐκδίκησιν πᾶσι τοῖς ἀτιμάζουσιν αὐτούς. Μεθ' ἡμῶν ὁ Θεός· γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, καὶ ἀκούσατε ἕως ἐσχάτου τῆς γῆς. Κύριος ἐγένετο βοηθός μου, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου, ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ. Κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύων. Κύριος δίδωσι ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν. -Ἄσατε τῷ Κυρίῳ,