1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

30

τελευτῶν· ὁ σήμερον ἐν πλούτῳ, καὶ αὔριον ἐν τάφῳ· ὁ σήμερον ἐν διαδήματι, καὶ αὔριον ἐν μνήματι· ὁ σήμερον ἐν κόλαξι, καὶ αὔριον ἐν σκώληξιν· ὁ σήμερον ἐν θησαυροῖς, καὶ αὔριον ἐν σοροῖς· ὁ σήμερον ὢν, καὶ αὔριον μὴ ὤν· ὁ ἄρτι φρυαττόμενος, καὶ μετ' ὀλίγον θρηνούμενος· ὁ ἐν εὐπραγίαις ἀφόρητος, καὶ ἐν δυσπραγίαις ἀπαραμύθητος· ὁ ἑαυτὸν ἀγνοῶν, καὶ τὰ ὑπὲρ ἑαυτὸν πολυπραγμονῶν· ὁ τὸ παρὸν οὐκ εἰδὼς, καὶ περὶ τῶν μελλόντων φανταζόμενος· ὁ φύσει θνητὸς, καὶ τῇ ἐπάρσει, ὡς νομίζει, αἰώνιος. Τὸ παντὸς πάθους εὐδιάβατον καταγώγιον· τὸ τῶν πορετῶν ἀδιάφορον παίγνιον· τὸ τῶν συμφορῶν καθημερινῶν γυμνάσιον· τὸ πάσης λύπης εὐπαράδεκτον πανδοχεῖον. Ὢ πόση τῆς ἡμετέρας εὐτελείας ἡ τραγῳδία! πόσος τῆς ἀνθρωπίνης ἀσθενείας ὁ θρίαμβος! ὢ πόσα εἶπον! τῆς προφητικῆς φωνῆς οὐδὲν ἁρμοδιώτερον εὗρον τῆς λεγούσης. Πλὴν 95.1133 ταράσσεται πᾶς ἄνθρωπος ζῶν· νεκροῦ ἀχρηστότερα τὰ λαμπρὰ τοῦ παρόντος βίου. Τὰ παρόντα πάντα ἀράχνης ἐστὶν ἀδρανέστερα, καὶ ὀνείρων ἀπατηλότερα· καὶ γὰρ καὶ ἀγαθὰ, καὶ τὰ κακὰ τέλος ἔχει. Εἰδότες, ἀγαπητοὶ, ὡς ὄναρ τὰ παρόντα, καὶ ὡς πανδοχεῖον οἰκοῦμεν, ὡς διὰ παντὸς ἐξερχόμενοι· φροντίσωμεν τῆς ὁδοῦ, καὶ τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς ἐπαγάγωμεν. Ἐνδυσώμεθα ἱμάτια τὰ μεθ' ἡμῶν ἀπερχόμενα· ὥσπερ τῆς ἰδίας σκιᾶς οὐκ ἔστιν ἐπιλαβέσθαι, οὕτως οὐδὲ τῶν ἀνθρωπίνων πραγμάτων. Τὰ μὲν γὰρ τῇ τελευτῇ καταλύεται, τὰ δὲ πρὸ τῆς καὶ παντὸς χειμάῤῥου ὀξυῤῥεπέστερον παράγει· τὰ δὲ μέλλοντα οὐκ οἶδεν μεταβολήν. Οὐκ ἐπίσταται γῆρας, οὐκ ἔχει τινὰ ἀλλοίωσιν, ἀλλ' ἀνθεῖ διηνεκῶς, καὶ ἐν ποικίλαις εὐπραγίαις διαμένει. Μὴ θαυμάσῃς χρήματα τὰ μὴ παραμένοντα τοῖς κεκτημένοις, ἀλλ' ἀμείβοντα τοὺς δεσπότας, καὶ ἀπὸ τούτου ἀποπηδῶντα εἰς ἕτερον, καὶ πάλιν ἀπ' ἐκείνου πρὸς ἄλλον· τούτων πάντων δεῖ καταπτύειν. Ἀρκεῖ γὰρ ἀκοῦσαι καὶ μόνον τοῦ λέγοντος· Τὰ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Σκιᾶς θᾶττον ἀπανθεῖ τὰ ἀνθρώπινα. Οὐδενὸς οὕτως ὡς χρόνου πενόμεθα. Καὶ ἡ μὲν τέχνη μακρὰ, βραχὺς δὲ ὁ βίος ἡμῶν. Ἐγγὺς τὸ τέλος τῆς ζωῆς· γρηγόρησον, ἄνθρωπε. Καθεύδεις, καὶ ὁ χρόνος σε παρατρέχει· ἐγρήγορας, καὶ περὶ τὰ μάταια τὴν ἑαυτοῦ περιέλκεις καρδίαν· ἀλλ' ὅμως μειοῦται ἡ ζωή σου, κἂν αὐτὸς μὴ αἰσθάνῃ, μηδὲ συνιῇς. Φύλλα καὶ πομφόλυγας, καὶ καπνὸν, καὶ ἄχυρα, καὶ σκιὰν, καὶ κονίορτον ἀπὸ ἅλωνος, ἐκριπτούμενον ὑπὸ ἀνέμου προεῖπον πάντα τοῦ παρόντος αἰῶνος τὰ λαμπρά. Πάντα γὰρ τὰ γήϊνα τὴν γῆν εὑρίσκει τέλος. Ἱππόδρομον νοήσεις τὸν παρόντα αἰῶνα. Πάντες γὰρ ἐν αὐτῷ φαῦλοί τε καὶ ἀγαθοὶ ἄνθρωποι δίκην ἵππου τρέχουσι πρὸς τὸ οἰκεῖον ἕκαστος ἐπειγόμενοι πέρας. Οὐκ οἴδατε, φησὶν, ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. Εἰκότως οὖν ἱππόδρομον λέγομεν τὸν παρόντα βίον. Θρὶξ λελευκασμένη τὴν ἐντεῦθεν τῆς ψυχῆς ἀποδημίαν βοᾷ καὶ διαμαρτύρεται. Ὅθεν, κατὰ τὸ γεγραμμένον, ἑτοίμαζε τὰ ἔργα σου εἰς τὴν ἔξοδον. Θεατέον γὰρ τὴν χώραν τῆς κεφαλῆς, καὶ τοῦ πώγωνος, ὅτι λευκὴ ὑπάρχει πρὸς θερισμὸν, καὶ μέλλει δρεπάνη τις νοητὴ διὰ θανάτου ἐκτέμνειν τὴν ψυχήν σου ἐκ τοῦ σώματος, καὶ εἰς ξένους τινὰς 95.1136 πάμπαν ἀγνοουμένους μετακομίζειν τόπους τῇ τοῦ Κυρίου διατάξει. Μὴ ἐξαπατάτω ἡμᾶς τὰ ἐν τῷ κόσμῳ τούτῳ περιφανῆ καὶ λαμπρὰ δεικνύμενα πράγματα. Παρέρχεται γὰρ τὰ πάντα, καὶ οὐδὲν παντελῶς τῶν φαινομένων στάσιμον. Ἐπιστάμενοι οὖν ὡς οὐδὲν τῶν παρόντων παραμένει τοῖς κτήτορσι, καὶ ὅτι δεῖ πάντως ἐξελθεῖν ὥσπερ ἐκ πανδοχείου, φροντίσωμεν τῆς ὁδοῦ τῆς ἀπαγούσης ἐκεῖ, καὶ τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς ἑαυτοῖς ἀπενεγκώμεθα, δι' εὐχῶν, δι' ἐλεημοσυνῶν, διὰ πραότητος, διὰ γνώσεως τῶν θεοπνεύστων Γραφῶν, διὰ τῆς πρὸς τοὺς οἰκέτας εὐμενείας καὶ συγκροτήσεως, καὶ διὰ τῶν ἄλλων πραγμάτων ὧν ὑπαγορεύει ὁ ἀληθὴς λογισμός. Κυρίως, οὔτε ἐπὶ χρημάτων ἢ κτημάτων περιουσίᾳ, οὔτε ἐπὶ δόξης λαμπρότητι, οὐδὲ συνόλως ἐπί τινι τῶν ἐκτὸς ψυχρῶν τε ὄντων καὶ ἀβεβαίων, καὶ ἐξ ἑαυτῶν τὰς φθορὰς δεχομένων