1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

109

κρινομένων παρ' αὐτῷ, τοῦ τε πλεονεκτοῦντος, καὶ τοῦ ἔλαττον ἔχοντος ἕστηκεν ὁ κριτὴς, ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον. Ὁ βλέπων λεῖα, ἐλεηθήσεται· ἐὰν ἴδω τὴν φύσιν τῆς γῆς ἀνωμάλως ἔχουσαν (ἐπειδὴ γὰρ οἵα ἐκτίσθη, τοιαύτη ὁρᾶται), ἐπὶ τούτοις ἐγὼ καταδικάζομαι; Ἀλλὰ νόει μοι ὑψηλῶς. Παρεστήκασί μοι ἀδελφῶν διαφοραί· ὁ μὲν πένης, ὁ δὲ πλούσιος· ὁ μὲν ξένος, ὁ δὲ οἰκεῖος· ἢ δικάζοντί σοι κρινόμενοι, ἢ μεταδιδόντι σοι χρῄζοντες. Ἐὰν κάθῃ κρίνων, μὴ βλέπε ἀνώμαλα, μηδὲ τὸν πλούσιον ὑψηλὸν, τὸν δὲ πένητα ταπεινόν. Ἐὰν παρασταθῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζητῶν, μηδὲ οὕτως ἀνώμαλα ἴδῃς, μὴ εἴπῃς· Οὗτος φίλος, οὗτος συγγενὴς, οὗτος εὐεργέτης, ἐκεῖνος ξένος, ἀλλότριος, ἄγνωστος, Ἀνώ 95.1393 μαλα βλέπων οὐκ ἐλεηθήσῃ. Λεῖα βλέπε· φύσις μία, ἔνδεια ἐν ἀμφοτέροις ἡ αὐτή. ∆ὸς τῷ ἀδελφῷ καὶ τῷ ξένῳ, μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι. Μὴ πρόκρινε τὸν φίλον ἀπὸ τοῦ ἀλλοτρίου, τὴν χρείαν αὐτοῦ ἐπανορθούμενος. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεομένων, οὐ προσωπολήπτην, οὐ τῷ συγγενεῖ διδόντα, τὸν ξένον ἀπωθούμενον. Πάντες συγγενεῖς, πάντες ἀδελφοὶ, ἑνὸς πατρὸς ἔγγονοι πάντες. Ἐὰν τὸν πνευματικὸν εἴπῃς πατέρα, ὁ οὐράνιος· ἐὰν τὰ γήϊνα ζητῇς, μήτηρ ἡ γῆ, καὶ ἀπὸ τοῦ αὐτοῦ πηλοῦ διηρτίσμεθα πάντες. Ὥστε ἀδελφὴ ἡ φύσις κατὰ σάρκα, ἀδελφὴ ἡ γένεσις ἡ κατὰ πνεῦμα. Τὸ αὐτό σοι αἷμα φορεῖ ἀπὸ τοῦ πρώτου ἀνθρώπου· τὴν αὐτήν σοι χάριν ἔλαβε παρὰ τοῦ ∆εσπότου. Βλέπε οὖν λεῖα, ἵνα ἐλεηθῇς. Μὴ εἴπῃς· Οὗτος πλούσιος καὶ τιμῆς ἄξιος, ἐκεῖνος πένης, καὶ φαυλίζων τὸν πένητα, μηδὲ ταῖς ὑπεροχαῖς ταύταις ἀνωμάλως διάνεμε τὰς τιμάς. Ἔστι γὰρ ὁ πλούσιος ψεύστης, ὁ πλούσιος ἅρπαξ, ὁ πλούσιος πόρνος, ὁ πένης δίκαιος. Μὴ τοίνυν τῇ ἔξωθεν ἐπιφανείᾳ πρόσεχε, ἀλλ' εἰς τὸ κρυπτὸν εἰσερχόμενος, ἐκεῖ τὰς διαφορὰς διάνεμε. Τίμα τὸν τὰ τίμια κεκτημένον. Τί τιμιώτερον; ἀρετὴ ἢ πλοῦτος; τί ἐκ τῶν ἔξωθεν δοκιμάζεις τὰ κρύφια διερευνώμενος; Ὁρᾷς ὅτι ὁ Βὴλ, ἔξωθεν μὲν ἔχει χαλκὸν, ἔνδοθεν δὲ πηλὸν, τῷ περιαστράπτοντι χαλκῷ ὑποκρυπτόμενον; Ἐὰν ἴδῃς τοὺς ἐν τῷ βίῳ περιφανεῖς, γίνωσκε ὅτι ὁ χαλκὸς αὐτοῖς περιλάμπει, ἔνδοθεν δὲ πηλός εἰσιν. Πολλοὶ μὲν χρυσὸν ἔχουσιν ἔνδον, ὄστρακον δὲ ἔξωθεν περικείμενον. Οὗτος σωφρονεῖ, κἀκεῖνος πορνεύει. Τίς πλουσιώτερος; ὁ τὴν σωφροσύνην ἔχων, ἢ ὁ τὰ χρήματα ἐξ ἀδικίας συνειλεγμένα; τοῦτο τὸ μνημόσυνον ἀναφαίρετον, ἐκεῖνος ὁ πλοῦτος πρόσκαιρος. Τοῦτον κλέπτης οὐ διορύσσει, ἐκεῖνος σήμερον ἀνθεῖ, αὔριον δὲ ἀπομαραίνεται. Ὥστε βλέπε λεῖα, ὁμοτίμως κατὰ τὸ αὐτό· τὴν μέντοι διάκρισιν τῶν τιμίων μὴ ἀφανίσῃς, ἵνα ᾖς ἐλεημένος. Οὕτω δοκίμαζε τὸν ἀδελφὸν, ὡς καὶ αὐτὸς ἐν τοῖς αὐτοῖς μέτροις κρινόμενος. -Ποιήσατε δικαιοσύνης ὅπλον, μὴ θανάτου, τὴν παίδευσιν. -Ἴσθι κρινόμενος ὁ κριτὴς, καὶ ἧττον ἁμαρτήσεις. -Ἔναντι πάντων εἰσένεγκε τὴν φιλανθρωπίαν, ᾗ χαίρει Θεὸς μᾶλλον ἢ πᾶσι τοῖς ἄλλοις. Μῖξον τῷ φόβῳ τὴν ἐπιείκειαν, κέρασον τῇ ἀπειλῇ τὴν ἐλπίδα. Πολλὰ καὶ χρηστότητα κατορθοῦν οἶδα, δυσωποῦσαν εἰς ὀφειλομένην ἀνταπόδοσιν· ὅταν βιάζεσθαι παρὸν, συγχωρήσαντες δυσωπήσωμεν εὐνοίᾳ τὸν ἐλεούμενον. Τὸ δραστικὸν δείκνυε, μὴ τῷ δρᾷν κακῶς. Τῷ δ' εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι Θεός. Τὸ δ' ἐστὶν ἀνδρὸς εἰδότος τὸ συγγενές. Κτείνει δὲ ῥᾷστα, καὶ τρυγὼν, καὶ σκορπίος. 95.1396 Μὴ πλήξωμεν ἀθρόως· οὐ γὰρ ἀσφαλές· ἀλλὰ τῷ φόβῳ σωφρονίσαντες τῇ φιλανθρωπίᾳ νικήσωμεν. Ὅταν αὐτός τις ἀνεπίληπτος ἅπασι γένηται, τότε δυνήσεται μεθ' ὅσης βούλεται ἐξουσίας, καὶ κολάζειν, καὶ ἀνιέναι τοὺς ὑπ' αὐτὸν ταττομένους ἅπαντας. Ὁ κρίνων τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει. ∆εῖ τὸν κριτὴν εἰδέναι, ὅτι κρίσει Θεοῦ ὑπηρετεῖ, καὶ οὐ κύριός ἐστιν, ὡς βούλεται ἀγαγεῖν τὸ κρῖμα, ὥστε καὶ χαρίζεσθαι τοῖς κρινομένοις τὰ πράγματα. ∆ιοικήσω τὴν ἀρχὴν, ὥσπερ ἀγαθὸς προστάτης, οὐχ