1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

135

εἰς τοὺς δι' ἀρετὴν ἢ θεοσέβειαν πτωχεύσαντας ἢ πενομένους· ἄλλως εἰς τοὺς ἐκ νόσων ἢ συμπτωμάτων ἀποροῦντας, παρὰ τοὺς ἐκ κακοπραγίας ἢ ἀσωτίας πτωχεύσαντας. Ξένος καὶ πένης Θεοῦ κωλλύριον. Ὁ δεξάμενος αὐτοὺς, ταχέως ἀναβλέψει. -Λεία ὁδὸς ὑπὸ ἐλεημοσύνης γίνεται. Οἶδε τρέφεσθαι ὁ ∆εσπότης τῶν ὅλων διὰ μεταδόσεως τῆς πρὸς τοὺς εὐποιουμένους. -Ἥνπερ ποιεῖς εὐεργεσίαν ἐλεημοσύνης εἰς πάντας τοὺς δεομένους, ὁ Χριστὸς σφετερίζεται. Πεπείνακα γὰρ, φησὶ, καὶ δεδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ πεποτίκατέ με. Πλούτου τὸ κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ' ἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ. 95.1476 ΤΙΤΛ. Θʹ. -Περὶ τῶν ἐλεημοσύνην μὴ ποιούντων, ἀλλὰ πλεονεκτούντων, καὶ περὶ φειδώλων φιλοπλουτούντων καὶ φιλαργύρων. Ἀδίκου στόμα ἐφράχθη. Ἃ ἐκεῖνοι ἐθέρισαν, δίκαιοι ἔδονται· αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρεθήσονται. Ἀσεβεῖς ὅριον ὑπερέβησαν, ποίμνιον σὺν ποιμένι ἁρπάσαντες ἀπῆλθον, ὑποζύγιον ὀρφανῶν ἀπήγαγον, βοῦν χήρας ἐνεχυρίασαν. Ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκύκλωσαν πραεῖς γῆς. Οἱ σπείροντες τὰ ἄτοπα, ὀδύνας θεριοῦσιν ἑαυτοῖς, ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. Αὐτὸς οἶδεν ἔργα ἀνόμων· ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται. Οὐκ ἔστι τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα. Εἰς κενὰ καὶ μάταια ἐκοπίασε πλοῦτον, ἐξ οὗ οὐ γεύσεται. Πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασε. ∆ίαιταν δὲ ὀρφανῶν ἥρπασε, καὶ οὐκ ἔστησεν. Οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν· ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. Οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. Ὅταν δοκῇ ἤδη πεπληρῶσθαι, σβεσθήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται. -Φυλάττου μὴ πρᾶξαι ἄδικα. Ἐνεχυρίαζες τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφέλου. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. Ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, πεπτωκότα δὲ ἐταπείνωσαν, καὶ γυμνοὺς ἐξέβαλον ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. Ὁδὸν δικαιοσύνης οὐχ ὥδευσαν, οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν. Γνοὺς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος. Οὐαὶ καὶ ἀπώλεια τῷ ἀδίκῳ. Συντριβείη πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ χρυσίον ἑτοιμάσῃ, ταῦτα πάντα περιποιηθήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. Ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες, καὶ ὡς ἀράχνη ὁ πλοῦτος αὐτοῦ, Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι καὶ τὰ λοιπά. Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθήσεται. Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Εἶπεν Ἑλισσαιὲ πρὸς Γιεζέ· Πόθεν Γιεζέ; Καὶ εἶπεν Γιεζέ· Οὐ πεπόρευται ὁ δοῦλός σου. Καὶ εἶπεν Ἑλισσαιὲ πρὸς αὐτόν· Οὐχ ἡ καρδία μου μετὰ σοῦ ἐπορεύθη, ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος 95.1477 εἰς συνάντησίν σου; Καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ τὰ ἱμάτια, καὶ νῦν λήψῃ ἑαυτῷ κήπους, καὶ ἐλαιῶνας, καὶ ἀμπελῶνας, καὶ πρόβατα, καὶ παῖδας, καὶ παιδίσκας. Καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεταί σοι, καὶ τῷ σπέρματί σου εἰς τοὺς αἰῶνας. ∆ώρων ὁ φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν. - Πλοῦτος προστίθησι φίλους πολλούς. - Πλούσιοι πτωχῶν ἄρξουσι. -Σοφὸς παρ' ἑαυτῷ πλούσιος. -Ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας, ἐλάσσων γίνεται. -Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους. -Ὃς ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ πτωχοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται. - Ἐξολλύει τὸ ἑαυτοῦ σῶμα ὁ ἀνελεήμων. -Τὰ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα. Ὁ ἀγαπῶν ἀργύριον, οὐ πλησθήσεται ἀργυρίου. Τοῦ ἀργυρίου ὑπακούσεται τὰ σύμπαντα. - Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον, καὶ ὑπάρχοντα, καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων ὧν ἐπιθυμεῖ· καὶ ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν. Χαναὰν, ἐν χερσὶν αὐτοῦ ζυγὸς ἀδικίας· καταδυναστεύειν ἠγάπησεν. Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα