1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

95

βούλεται· οὕτως καὶ ἡ γλῶσσα σμικρὸν μέλος ἐστὶ, καὶ μεγαλαυχεῖ. Ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει! Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. Ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ' ὁμοίωσιν Θεοῦ γεγονότας. Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρὴ, ἀδελφοί μου. Μή τι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ, καὶ τὸ πικρόν; Κόρος λόγου πολέμιος ἀκοαῖς, ὡς ὑπερβάλλουσα τροφὴ σώματι. Ὄλισθος ἀνθρώποις γλῶσσα, μὴ λόγῳ κυβερνωμένη. Λόγος ἁπλῶς προσενεχθεὶς ὁλοκλήρους ἀνέτρεψεν οἰκίας, καὶ ψυχὰς ἀπώλεσε καὶ κατέδυσε. Καὶ τῶν μὲν χρημάτων τὴν ζημίαν διορθοῦσθαι πάλιν ἔνι, λόγον δὲ ἐκπηδήσαντα ἅπαξ ἀνακτῆσαι πάλιν οὐκ ἔνι. Μὴ χελιδῶνας εἰς οἰκίας δέχεσθε, τουτέστι λάλους ἀνθρώπους, καὶ τοὺς περὶ γλῶσσαν ἀνακρατεῖς ὁμοροφίους μὴ ποιεῖσθε. Γλῶσσα κακὴ ἀνθρώπου, πτῶσις αὐτῷ. Καὶ πάλιν· Ἡ γλῶσσά σου, ἀεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Καὶ πάλιν· Τί δοθείη, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Καὶ πάλιν· Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Καὶ πάλιν· Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Τὸν ὄφιν λέγεται δεινὸν ἔχειν τὸ κέντρον τῆς γλώσσης αὐτοῦ, ἀλλ' οὐκ ἔστι δεινότερον γλώσσης ἀνθρώπου κακῆς. Λέγεται καὶ σαῦρα χλωρὰ, ἀλλ' οὐκ ἔστι χλωροτέρα τοῦ φλυάρου. Σκορπίου δῆγμα θεραπεύεται, λόγος δὲ κακὸς ἐξερχόμενος ἐκ στόματος φλυάρου πλήσσει τὸν πλησίον αὐτοῦ. Φλόγα πυρὸς κατασβεννύει ὕδωρ, γλῶσσαν δὲ κακὴν οὐδεὶς καταπραΰνει. Ἵππον σκληροτράχηλον δαμάζει χαλινὸς, γλῶσσαν δὲ κακὴν οὐδεὶς δύναται δαμάσαι. Θηρίον ἄγριον εὐχερῶς ἡμεροῦται, γλῶσσα δὲ κακὴ οὐ πραΰνεται. Οὐκ ἔστιν ἐν τῷ κόσμῳ χεῖρον γλώσσης κακῆς. Συγκρούει πόσιν πρὸς πόσιν, οἰκίαν πρὸς 95.1348 οἰκίαν, τέκνα κατὰ γονέων, ἀδελφοὺς κατὰ ἀδελφῶν. Πάντα τὰ κακὰ διὰ γλώσσης.

ΣΤΟΙΧΕΙΟΝ ∆. ΤΙΤΛ. Αʹ. -Περὶ δυνάμεως Θεοῦ. Κύριος ὁ Θεός σου ἐν σοὶ, Θεὸς μέγας καὶ

κραταιός. Κύριον τὸν πάντων ∆εσπότην ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ

ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; Οἶδα ὅτι πάντα δύναται· ἀδυνατεῖ δέ σοι οὐδέν. Τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν· ὁ στρέφων αὐτὰ ὀργῇ· ὁ σείων τὴν ὑπ' οὐρανὸν, οἱ δὲ στύλοι αὐτῆς σαλεύονται. Ὁ λέγων ἡλίῳ μὴ ἀνατέλλειν, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει. Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν χειρῶν σου ἐξαιρούμενος. Ἐὰν καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ, Τί ἐποίησας; Παρ' αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. -Παρ' αὐτῷ κράτος καὶ ἰσχὺς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. ∆ιάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε. Καθιζάνων βασιλεῖς ἐπὶ θρόνων, καὶ περιέδησεν ζώνην ὀσφύας αὐτῶν. Ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς ἐξέστησεν. Ἐκχέων ἀτιμίας ἐπ' ἄρχοντας, ἀνακαλύπτων βαθέα ἐκ σκότους. Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεσώσαντο δύναμιν. Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, καὶ τὰ λοιπά. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; καὶ τὰ