1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

101

ἐστιν, ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω. Ἐὰν δὲ ὁ ἄνθρωπος πείνηται, οὐ κοιμηθήσῃ ἐν τῷ ἐνεχύρῳ αὐτοῦ. Ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ περὶ δυσμὰς ἡλίου, καὶ κοιμηθήσεται ἐν τῷ ἱματίῳ αὐτοῦ, καὶ εὐλογήσει σε, καὶ σοὶ ἔσται ἐλεημοσύνη ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. ∆ανείζει ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει, καὶ δίδωσι. Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν. ∆ίκαιος οἰκτείρει καὶ κιχρᾷ. Ὁ πληθύνων πλοῦτον αὐτοῦ μετὰ τόκου καὶ πλεονασμοῦ, τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτόν. ∆ανειστοῦ καὶ χρειωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη. Μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς ὡς ἀπωλεκὼς γενοῦ. ∆άνεισον τῷ πλησίον σου ἐν καιρῷ χρείας αὐτοῦ. Πολλοὶ ὡς εὕρημα ἐνόμισαν δάνος, καὶ παρέσχον κόπους τοῖς βοηθήσασιν αὐτοῖς. Βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας, καὶ ὀνειδισμὸς δανειστοῦ. Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι, μὴ ἀποστραφῇς. Ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα. Τῷ ὄντι ὑπερβολὴν ἀπανθρωπίας ἔχει, τὸν μὲν τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα, ζητεῖν δάνεισμα εἰς παραμυθίαν τοῦ βίου, τὸν δὲ μὴ ἀρκεῖσθαι τῷ κεφαλαίῳ, ἀλλ' ἐπινοεῖν ἐκ τῶν συμφορῶν τοῦ πένητος προσόδους ἑαυτῷ, καὶ εὐπορίας συνάγειν. Ὁ μὲν οὖν Κύριος ἐναργῶς ἡμῖν διετάξατο, λέγων· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι, μὴ ἀποστραφῇς. Ὁ δὲ φιλάργυρος ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον, πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινὸν, τί οὐ φθεγγόμενον, οὐκ ἐλεεῖ παρ' ἀξίαν πράττοντα, οὐ λογίζεται τὴν φύσιν, οὐκ ἐνδίδωσι ταῖς ἱκεσίαις, ἀλλ' ἄκαμπτος καὶ ἀμείλικτος ἕστηκεν, οὔτε δεήσεσιν εἴκων, οὐ δάκρυσιν ἐπικλώμενος, ἐπιμένων τῇ ἀρνήσει, ἐπομνύμενος καὶ ἐπ 95.1368 αρώμενος ἑαυτῷ, ἢ μὴν ἀπορεῖν παντελῶς, καὶ περισκοπεῖν καὶ αὐτὸς, εἴ τινα εὕρῃ τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτώμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον, τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ, τότε καταβαλὼν τὴν ὀφρὺν προσεμειδίασε, καί που καὶ πατρῴας φιλίας ἐμνήσθη, καὶ συνήθη εἶπε καὶ φίλον. Καὶ ὀψόμεθα, φησὶ, εἴ πού τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ' ἐργασίᾳ παραθεμένου ἡμῖν· ἀλλ' ἐκεῖνος μὲν βαρεῖς ἐπ' αὐτῷ τοὺς τόκους ὥρισεν, ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐπελάττωσιν τοῖς τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος, καὶ τοιούτοις λόγοις ὑποφαίνων, δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ, ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς προσαφελόμενος ᾤχετο. Ὁ γὰρ τόκοις ἑαυτὸν ὑπεύθυνον καταστήσας, ὧν τὴν ἔκτισιν οὐχ ὑφίσταται, δουλείαν αὐθαίρετον κατεδέξατο διὰ βίου. Χρήματα, εἰπέ μοι, καὶ πόρους ἐπιζητεῖς παρὰ τοῦ ἀπόρου, καὶ εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἠδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ἐπὶ συμμαχίαν ἐλθὼν, πόλεμον εὗρεν, ἀλεξιφάρμακα ἐπιζητῶν, δηλητηρίοις ἐνέτυχεν· δέον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχίαν, σὺ δὲ πολυπλασιάζεις, τὴν ἔνδειαν ἐκκαρποῦσθαι ζητῶν τὸν ἔρημον; Ψεύδους ἀρχὴ τὸ δανείσασθαι, ἀχαριστίας ἀφορμὴ, ἐπιορκίας τε καὶ ἀγνωμοσύνης. Οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέρουσιν, οὐχ ἥλιος τερπνὸς, ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖται ἡμέρας προθεσμίαν ἐπειγομένας, φοβεῖται τοὺς μῆνας ὡς τόκων, πατέρας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ κεφαλῇ παριστάμενον. Κἂν γρηγορεῖ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστίν. ∆ανειστοῦ, φησὶ, καὶ χρειωφειλέτου ἀπαντησάντων ἀλλήλοις, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. Ὁ μὲν ὥσπερ κύων ἐπιτρέχει τῇ ἄγρᾳ· ὁ δὲ ὥσπερ ἕτοιμον θήραμα καταπτήσσει τὴν συντυχίαν· ἀφαιρεῖται γὰρ αὐτοῦ τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἀμφοτέρων οἱ ψῆφοι ἐπὶ δακτύλων· τοῦ μὲν χαίροντος τῇ αὐξήσει τῶν