1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

91

Τίνος οὖν ἕνεκεν, τὸν μὲν Ἀδὰμ ἔξω τοῦ παραδείσου ἔπλασε, καὶ ἔξω πλάσας εἰς τὸν παράδεισον ἔθετο, ἐν δὲ τῷ παραδείσῳ ἐκ τῆς πλευρᾶς αὐτοῦ τὴν Εὔαν ἐδημιούργησε; ∆ιὰ τί οὖν μὴ καὶ τὴν γυναῖκα ἔπλασεν ἔξω τοῦ παραδείσου, καὶ εἶθ' οὕτως αὐτὴν εἰς τὸν παράδεισον μετῴκισεν; ἵνα μὴ μάθῃ ἔξω τοῦ ἑαυτῆς οἴκου ῥέμβεσθαι, καὶ τοῦ ἰδίου οἴκου ἀντέχεσθαι. Εἰ γὰρ καὶ ἐν τῷ παραδείσῳ διεπλάσθη, καὶ οὐκ ἐκαρτέρησεν, ἀλλὰ καὶ ἑαυτὴν ἐξέωσε, καὶ τὸν Ἀδὰμ ἠλλοτρίωσε, τί ἔμελλε πράττειν, εἰ ἔξω τοῦ παραδείσου διεπλάσθη; Ἐκ ταύτης ἔμαθον αἱ φαῦλαι γυναῖκες οἰκίαν ἐξ οἰκίας περιέρχεσθαι. Ἃς ὀνειδίζων ὁ μακάριος Παῦλος ἔλεγεν· Ἅμα δὲ καὶ ὀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας. Ταῦτα ἐμαθήτευσεν ἡ γυνὴ τοῦ Ἰώβ· ἔλεγε γὰρ πρὸς τὸν ἴδιον ἄνδρα· Ἐγὼ πλανῆτις καὶ λάτρις τυγχάνουσα, τόπον ἐκ τόπου περιερχομένη, καὶ οἰκίαν ἐξ οἰκίας. Καλῶς εἶπε πλανῆτις· τὸν γὰρ πλάνον εἶχεν ἐν ἑαυτῇ. Ἀλλὰ μηδεὶς, παρακαλῶ, τοῦ λοιποῦ λοιδορείτω τὴν Εὔαν. Ἡ γὰρ ἁγία Θεοτόκος Παρθένος τὴν ὕβριν αὐτῆς ἀπεγράψατο. Εἰ γὰρ καὶ ἀτακτήσασα συνόμιλος τῷ ὄφει γέγονεν· ἀλλ' ὅμως διὰ τῆς τεκνογονίας τὸ ἄλγος τῆς ἀνομίας ἀπέθετο, καθὼς καὶ ὁ Ἀπόστολος ἐμνημόνευσε λέγων· Ἡ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν, σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. Ποιάς; ἐκ μὲν αὐτοῦ τοῦ Ἀδὰμ οἱ γεννηθέντες παῖδες, ἀπ' αὐτῶν δὲ οἱ μετ' ἐκείνους, εἶτα οἱ πατριάρχαι, οἱ προφῆται, ∆αβὶδ, καὶ τὸ κατὰ σάρκα ὁ ∆εσπότης Χριστὸς, ὁ καὶ τὴν λύπην φυγαδεύσας, καὶ τὴν χάριν βραβεύσας. Τί ἐστιν εὔμορφος γυνή; τάφος κεκονιαμένος, ἐὰν μὴ σωφρονῇ. Τὸ γὰρ κάλλος, καὶ νόσῳ μαραίνεται, καὶ θανάτῳ διακόπτεται. Αἱ γυναῖκες αἱ πόρναι, προλαμβάνουσαι καὶ τὰς ἐλευθέρας καλοῦσι πόρνας, ἵνα μὴ ἔχωσιν ἐκεῖναί τι ἀνθυβρίσαι.

ΤΙΤΛ. Γʹ. -Περὶ γαστριμαργίας καὶ κόρου· ὅτι ἡ γαστριμαργία θάνατον

προξενεῖ. Ἀπέδοτο Ἡσαῦ τὰ πρωτοτοκία τῷ Ἰακὼβ,Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον

καὶ ἕψημα φακοῦ· καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἀναστὰς ᾤχετο, καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια. Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησε παίζειν. Καὶ ἐλάλησεν ὁ Κύριος πρὸς Μωσῆν λέγων· Βάδιζε, καὶ κατάβηθι τὸ τάχος ἐντεῦθεν. Ἠνόμησε γὰρ ὁ λαός σου, οὓς ἐξήγαγον ἐξ Αἰγύπτου, καὶ ἐποίησαν μόσχον χωνευτόν. Ἡ δύναμις τοῦ Σατανᾶ ἐπ' ὀμφάλου γαστρός. Μὴ ἀπληστεύου ἐπὶ τραπέζης, μήποτε προσκόψῃς. 95.1333 Ψυχὴ ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει· ψυχῇ δὲ ἐνδεεῖ, καὶ τὰ μικρὰ γλυκέα φαίνεται. Ὃς κατασπαταλᾷ ἐκ παιδὸς, οἰκέτης ἔσται. Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ, Ἰακώβ. Οὐαὶ οἱ ἐγειρόμενοι τῷ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ! Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Πάντες οἱ τὸν οἶνον πίνοντες, αἰσχυνθήσονται. Ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης· ἐξέστησαν διὰ τὸν οἶνον. Στενάζουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. Ἐκάλεσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, ξύρησιν καὶ ζῶσιν σάκκων· αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην, ἐπισφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Οἱ ἐσθίοντες τὰς τρυφὰς, ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις· οἱ τιθηνούμενοι ἐπὶ κόκκον, περιεβάλλοντο κοπρίαν. Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου. Ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσεις ἐπίχαρμα ἐχθρῶν σου. Μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ. Στρόφος μετὰ ἀνδρὸς ἀπλήστου. Κοιλίας ὄρεξις, καὶ συνουσιασμὸς, μή με καταλαβέτωσαν. Μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ. Ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος. Ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς. Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν, οἱ γελῶντες, ὅτι πενθήσετε καὶ κλαύσετε. Προσέχετε ἑαυτοῖς, μήποτε ὑμῶν βαρυνθῶσιν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, μερίμναις βιωτικαῖς, καὶ αἰφνιδίως