1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

17

καθῆκον δύναται· οἷον ὀδύνῃ τινὶ τῇ προσδοκίᾳ τῶν ἀπειληθέντων συμπεπαρμένος. Ἀναγκαῖον ὄφλημα τὴν εἰς Θεὸν ἀγάπην ἀπαιτούμεθα, ὃ τῇ ἐλλιπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν ἀφορητότατον. Θεοῦ γὰρ ἀλλοτρίωσις καὶ ἀποστροφὴ, καὶ τῶν ἐν τῇ γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότερόν ἐστι καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φωτὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ. Φόβος Κυρίου παντοίων κατορθωμάτων τῆς ψυχῆς περιγίνεται. Ἡ εἰς Θεὸν ἀγάπη αὕτη ἐστὶν, τὸ ὑπὲρ δύναμιν ἀεὶ τὴν ψυχὴν ἐπεκτεῖναι. Ὥσπερ τῷ βοῒ καὶ τῷ ὄνῳ ἐκ τῆς παρὰ τοῦ τρέφοντος εὐεργεσίας, ἡ πρὸς αὐτὸν ἀγάπη αὐτομάτως ἐγγίνεται, οὕτω καὶ ἡμεῖς, ἐὰν εὐαισθήτως καὶ εὐγνωμόνως τὰς εὐεργεσίας δεξώμεθα. Τὸν τοσούτων καὶ τηλικούτων εὐεργέτην Θεὸν πῶς οὐκ ἀγαπήσομεν κατὰ φύσιν, ἵν' οὕτως εἴπω, ἀδιδάκτως τῆς τοιαύτης διαθέσεως τῇ ὑγιανούσῃ ψυχῇ ἐγγινομένης; Ἀρχὴ σοφίας φόβος Κυρίου, οἷόν τι πρῶτον σπάργανον· καὶ σοφία τὸν φόβον ὑπερβᾶσα, καὶ εἰς τὴν ἀγάπην ἀναβιβάσασα, Θεοῦ φίλους ἡμᾶς καὶ υἱοὺς ἀντὶ δούλων ἐργάζεται. Ἀγαθὸν καὶ ὑποχωρῆσαί τι μικρὸν, ὡς Μωϋσῆς ἐκεῖνος τὸ παλαιὸν, καὶ Ἱερεμίας ὕστερον, καὶ προσδραμεῖν ἑτοίμως τῷ καλοῦντι, ὡς Ἀαρών τε καὶ Ἡσαΐας, μόνον εὐσεβῶς ἀμφότερα· τὸ μὲν διὰ τὴν οἰκείαν ἀσθένειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναμιν. Οὐ τοσοῦτον ἐργάζεσθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος. Τί γεέννης χαλεπώτερον; ἀλλ' οὐδὲν τοῦ ταύτης χρησιμώτερον φόβου. Ὁ γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομίζει στέφανον. Καθάπερ ἐν οἰκίᾳ στρατιώτου διηνεκῶς ὡπλισμένου, οὐ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ ἄλλος τις τῶν τὰ τοιαῦτα κακουργούντων, τολμήσει φανῆναι πλησίον· οὕτω φόβου κατέχοντος τὰς ψυχὰς, οὐδὲν τῶν ἀνελευθέρων παθῶν ἐπεισέρχεται ῥᾳδίως ἡμῖν, ἀλλὰ δραπετεύει καὶ φυγαδεύεται, τῇ τυραννίδι τοῦ φόβου πάντοθεν ἐξελαυνόμενα. Καὶ οὐ τοῦτό ἐστιν ὃ καρπούμεθα ἀπὸ τοῦ φόβου μόνον, ἀλλὰ καὶ ἕτερον 95.1093 πολλῷ μεῖζον. Οὐ γὰρ δὴ μόνον τὰ πονηρὰ ἡμῶν ἀπελαύνει πάθη, ἀλλὰ καὶ πᾶσαν εἰσάγει μετὰ πολλῆς εὐκολίας τὴν ἀρετήν. Οὐδὲν γὰρ οὕτω κατεσθίει μὲν ἁμαρτήματα, ἀρετὴν δὲ αὔξεσθαι ποιεῖ καὶ θάλλειν, ὡς διηνεκοῦς φόβου φύσις. ∆ιὰ τοῦτο τὸν μὴ συζῶντα φόβῳ ἀμήχανον κατορθῶσαι, ὡσπεροῦν τὸν ἐν φόβῳ ζῶντα ἀμήχανον διαμαρτεῖν. Φόβος οὐδὲν ἕτερόν ἐστιν, ἢ τεῖχος, καὶ ἀσφάλεια, καὶ πύργος ἀκαταγώνιστος. Ὁ τοῦ ἀπαθοῦς Θεοῦ φόβος ἀπαθής· φοβεῖται γάρ τις, οὐ τὸν Θεὸν, ἀλλὰ τὸ ἀποπεσεῖν τοῦ Θεοῦ. Ὁ δὲ τοῦτο δεδιὼς, τὸ τοῖς κακοῖς συμπεσεῖν, φοβεῖται καὶ δέδιεν τὰ κακά· ὁ δεδιὼς δὲ τὸ πτῶμα, ἄφθαρτον ἑαυτὸν καὶ ἀπαθῆ εἶναι βούλεται. Οὐ δυνατὸν τὸν ἀληθῶς φοβούμενον τὸν Θεὸν δειλίαν ἔχειν, εἰρημένου τοῦ· Πλὴν αὐτὸν μὴ φοβοῦ ἄλλον. Ὁ φοβούμενος τὸν Θεὸν, κατὰ Θεὸν πάντα πράττει. Λέγεται ὁ Θεὸς φοβερὸς εἶναι· ἀλλ' οὐχ ὡς θανασίμου θηρίου ἢ ἀνθρώπου ὠμοῦ φόβον ἔχειν. Ὁ γὰρ Θεὸς φῶς ἐστιν, καὶ τὰ ἑξῆς. Πῶς οὖν φοβηθῶμεν φῶς, ἢ ζωὴν, ἢ ἀλήθειαν, ἢ ἀνάστασιν; ὡς ἐάν τις ᾗ ἐπὶ ὑψηλὸν ὄρος οἰκῶν, καὶ λέγεται φοβεῖσθαι αὐτό· οὐ τὸ ὄρος φοβεῖται, ἀλλὰ τοῦ μὴ ἐκπεσεῖν αὐτοῦ. Τοίνυν καὶ ἡμεῖς φοβούμεθα τὸν Θεὸν, φοβούμενοι ἐκπεσεῖν τοῦ φωτὸς, καὶ τῆς ζωῆς, καὶ τῆς ἀληθείας, καὶ τῆς γνώσεως.

Τίτλ. Εʹ. -Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλέγειν, ἣ

δικαιολογεῖσθαι πρὸς Θεόν. Ἀνομία ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ῥήματα ἐνώπιον Κυρίου. Οὐκ

εἶ ἄνθρωπος κατ' ἐμὲ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλεγχόμενος παρὰ Κυρίου, ἀκούων τοιαῦτα οὐθὲν ὤν; Ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω; Χεῖρα θήσω ἐπὶ στόματί μου· ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Μή μοι εἴη ἐναντίον Κυρίου ἀσεβῆσαι, ἢ ἐναντίον παντοκράτορος ταράξαι τὸ δίκαιον. Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ ἡ καρδία σου μὴ ταχύνηται τοῦ ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ Θεοῦ. Μὴ ἐρεῖ πλάσμα τῷ