1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

78

95.1292 Οἱ δυνάσται, φοβεῖσθε τὸν δυνατώτερον. Βασιλεία τῶν ἐπὶ τῆς γῆς πραγμάτων τὰς τραχύτητας ὁμαλίζει. Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν.

ΤΙΤΛ. Ιʹ. -Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. Βασιλεὺς θρασὺς ἐμπεσεῖται

εἰς κακά. Βασιλεὺς ἐνδεὴς προσόδων, μέγας συκοφάντης. Βασιλέως ὑπακούοντες

λόγον ἄδικον, πάντες ὑπ' αὐτὸν παράνομοι. Οὐαί σοι, πόλις ἧς ὁ βασιλεύς σου νεώτερος, καὶ οἱ ἄρχοντές σου ἐν πρωῒ ἐσθίουσιν. Κακοπραγία περιστρέφει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν. Ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Ὑψίστου ἐπορεύθητε. Φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὄλεθρος, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται, καὶ τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα· δυνατοὶ δυνατῶς ἐτασθήσονται. Πολλοὺς ἀπώλεσε τὸ χρυσίον, καὶ καρδίαν βασιλέως ἐξέκλινεν. Βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ. Τῶν μὲν ἀφρόνων βασιλεὺς οὐδεὶς, κἂν τὸ πάσης γῆς καὶ θαλάττης κράτος ἀνάψηται· μόνος δὲ ὁ ἀστεῖος καὶ θεοφιλής.

ΤΙΤΛ. ΙΑʹ. -Περὶ βασιλέως· ὅτι χρὴ εὔχεσθαι ὑπὲρ αὐτοῦ. Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.

Ἀσεβὴς, ὁ λέγων βασιλεῖ· Παρανομεῖς. Ἐν εἰδήσει σου βασιλέα μὴ καταράσῃ, ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου. Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα, καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσεις. Ἰδόντες ἀστέρα οἱ μάγοι, ἐχάρησαν, καὶ δῶρα προσήγαγον. Παρακαλῶ ὑμᾶς, πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις ὑπὲρ πάντων ἀνθρώπων· ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων. Τοῦτο γὰρ καλὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ.

ΤΙΤΛ. ΙΒʹ. -Περὶ βουλῆς· ὅτι χρὴ μετὰ βουλῆς καὶ σκέψεως πράττειν πάντα. Ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη, ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ

βουλῆς τὰ πάντα πράττει. 95.1293 Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· σωτηρία δὲ ἐν πολλῇ βουλῇ. Μετὰ κυβερνήσεως γίνεται πόλεμος· βοήθεια δὲ, μετὰ καρδίας βουλευομένης. Μετὰ βουλῆς πάντα ποίει. Μετὰ βουλῆς οἰνοπότει. Βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε. Συνάχθητε, καὶ καταβουλεύσασθε ἅμα, οἱ σωζόμενοι. Ἄνευ βουλῆς μηδὲν ποιήσῃς, καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμέλου. Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν, ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήμασι βουλῆς, ἐν καιρῷ οὐ δειλιάσει. Ἑτοίμασον λόγον, καὶ οὕτως ἀκουσθήσῃ· σύνδησον παιδείαν, καὶ οὕτως ἀποκριθήσῃ. Χρυσίον καὶ ἀργύριον ἐπιστήσουσι πόδας, καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμήσει. Μετὰ σοφοῦ συμβουλεύου. Βουλὴ σοφοῦ πηγὴ ζωῆς. Κρείσσων λελογισμένη βραδύτης, τάχους ἀπερισκέπτου. Μακαριότης ἐστὶ, βουλῆς κακῆς ἐκπεσεῖν. Τὰ μὴ σὺν λόγῳ, πάντα αἰσχρὰ, ὥσπερ τὰ σὺν λόγω κόσμια. Χωρὶς θεωρίας ἐπιστημονικῆς, οὐδὲν τῶν πραττομένων καλόν. Μὴ ἀγνοήσῃς, ὅτι καὶ ὑπὲρ δοῦναι γνώμην τοῦ μὴ καθήκοντος, καὶ συμβουλίαν οὐκ εὐαγῆ, ἀποκλειόμεθα τῆς θείας βασιλείας. ∆ιόπερ ἐσκεμμένως λίαν τὰς γνώμας τοῖς αἰτοῦσιν ἡμᾶς ὀρέγειν ὀφείλομεν.

ΤΙΤΛ. ΙΓʹ. -Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων.