1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

96

λοιπά. Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα, καὶ τὰ λοιπά. Τίς Θεὸς μέγας, ὡς Θεὸς ἡμῶν; σὺ εἰ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. ∆υνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, καὶ τὰ λοιπά. -Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου; -Τίς λαλήσει τὰς δυναστείας Κυρίου; ἀκουστὰς, καὶ τὰ λοιπά. -Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας, καὶ τὰ λοιπά. Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν. Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν. Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας. Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομή 95.1349 σετέ μοι, ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου; Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα, λέγει Κύριος. Ὁ λυτρωσάμενος αὐτοὺς ἰσχυρὸς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ. Πάντες οἱ κατοικοῦντες τὴν γῆν, ὡς οὐθὲν ἐλογίσθησαν, καὶ οὐκ ἔστιν ὃς ἐπιστήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ, Τί ἐποίησας; Τὸ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε, καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται; Ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου. Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι. Ἡ ἰσχύς σου δικαιοσύνης ἀρχὴ, καὶ τὸ πάντων σε δεσπόζειν, πάντων φείδεσθαί σε ποιεῖ. Τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα. -Τὴν σὴν χεῖρα ἐκφυγεῖν ἀδύνατον. Τίς ἐρεῖ σοι, Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου; Φοβερὸς Κύριος, καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. Ὁ φέρων τὰ πάντα ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ μὴ σωματικῶς ἐνεργῶν, μηδὲ χειρουργίας εἰς τὴν δημιουργίαν ἐπιδεόμενος, ἀλλὰ βουλήματι ἀβιάστῳ ἀκολουθοῦσαν ἔχων τὴν φύσιν τῶν γινομένων. -Ὅπου Θεὸς βούλεται, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γὰρ, καὶ ἠδυνήθη Φύσεως κρείττων ὁ Θεὸς, καὶ παρ' αὐτοῦ τὸ θέλειν, ὅτι ἀγαθός ἐστι, καὶ τὸ δύνασθαι, ὅτι δυνατὸς, καὶ τὸ ἐπιτελέσαι ὅτι εὔπορος. -Λέγω ὑμῖν, ὅτι ἐκ τῶν λίθων τούτων, τουτέστι τῶν λατρευόντων τοῖς λίθοις, δύναται ὁ Θεὸς ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.

ΤΙΤΛ. Βʹ. Περὶ δημιουργίας Θεοῦ· καὶ ὅτι οὐδὲν εἰκῆ γέγονε παρ' αὐτοῦ.

Εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατήρτισας φαῦσιν καὶ ἥλιον· σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς. Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην, καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. -Αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος. Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Πνεῦμα παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. Κύριος ὁ ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμάζων τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν, καὶ ἀνήγαγε 95.1352 νεφέλας ἀπ' ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγε φῶς αὐτοῦ. Ὁ κατασκευάσας γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον· Πάρεσμεν· ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων. Ἔκτισε γὰρ εἰς τὸν αἰῶνα τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οὐδὲ ᾅδου βασίλειον ἐπὶ τῆς γῆς. Ἀγαπᾷς τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας. Πῶς δὲ διέμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας; Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Ὁ ζῶν εἰς τὸν αἰῶνα, ἔκτισε τὰ πάντα κοινῆ, Κύριος μόνος. Οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθά· καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;