1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

55

ὁδοὺς σκολιάς· ὁ δὲ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει ποδὶ, διδάσκει ἐν νεύμασι δακτύλων. Εἰς ὦτα ἄφρονος μηδὲν λέγετε, μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς σοὺς λόγους. Ὡς φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων. Χείλη ἄφρονος καταποντίζουσιν αὐτόν. Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον. Σοφίαν καὶ παιδείαν ἐξουθενῶν, ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτοῦ, καὶ οἱ κόποι αὐτοῦ ἀνόνητοι. Μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτόν. Μετὰ μωροῦ μὴ συμβουλεύου. Συγκολλῶν ὄστρακον, ὁ διδάσκων μωρόν. Ἐπὶ νεκρῷ κλαῦσον· ἐξέλιπε γὰρ φῶς. Καὶ ἐπὶ μωρῷ κλαῦσον· ἐξέλιπε γὰρ σύνεσις. Πένθος νεκροῦ ἑπτὰ ἡμέρας, τοῦ δὲ μωροῦ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ. Μετὰ ἄφρονος μὴ πληθύνῃς λόγους, καὶ πρὸς ἀσύνετον μὴ πορεύου. Μὴ πρόσπαιζε ἀπαιδεύτοις. Ἄμμον, καὶ ἅλας, καὶ βῶλον σιδηροῦν εὐκο 95.1217 πώτερον ὑπενεγκεῖν, ἢ ἄνθρωπον ἀσύνετον. Ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο· τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά. Τροχὸς ἁμάξης ἔγκατα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ. Μωρὸς δὲ λέγει, Οὐχ ὑπάρχει μοι φίλος. Οὔτε ἐν ἰχθύσι φωνὴν, οὔτε ἐν ἀπαιδεύτοις ἀρετὴν δεῖ ζητεῖν. Ὥσπερ οἱ ἀσθενοῦντες χρῄζουσιν ἰατρικοῖς, οὕτως σοφίας ἄφρονες ἐπιδέονται. Πρὸς σκληρὰν καὶ ἀπειθῆ καρδίαν λόγος ὑγιὴς οὐκ εἰσέρχεται· ἀλλ' ὥσπερ ἀντιτυπούμενος, πρὸς ἑαυτὸν ἐπανέρχεται. Ζωῆς ἀλόγου δαίμων ἡγεμών. Τῶν φαύλων πλούσιος οὐδεὶς, κἂν τὰ πανταχοῦ μέταλλα κέκτηται, ἀλλ' εἰσὶ πάντες οἱ ἄφρονες πένητες. Στενοχωρεῖται πᾶς ἄφρων θλιβόμενος ὑπὸ φιλαργυρίας, καὶ φιλοδοξίας, καὶ φιληδονίας, καὶ τῶν ὁμοιοτρόπων, ἅπερ οὐκ ἐᾷ τὴν διάνοιαν ἐν εὐρυχωρίᾳ διάγειν. Μεῖζον ἀνθρώπῳ κακὸν ἀφροσύνης οὐδέν ἐστι, τοῦ ἰδίου τοῦ λογισμοῦ γένους, τὸν νοῦν ζημιωθέντι. -Νόσου καὶ φθορᾶς αἴτιον ἀπαιδευσία. Ἀμήχανον τὰ μεγάλα πρὸ τῶν μικρῶν παιδευθῆναι.

ΤΙΤΛ. ΚΕʹ. -Περὶ ἁπλοῦ καὶ ἀκάκου τὸν τρόπον.

Ὁ Κύριος μὴ ἀποίσεται τὸν ἄκακον. Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητας, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς. 95.1220 Ὅσον χρόνον ἔχονται ἄκακοι τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Ὁ βλέπων λεῖα, ἐλεηθήσεται. Προσδεκτοὶ Κυρίῳ πάντες ἄμωμοι ἐν ὁδῷ αὐτῶν. Ψυχὴ εὐλογημένη, πᾶσα ἁπλῆ. Ἄκακος πιστεύει παντὶ λόγῳ. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς· ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσιν ἐν αὐτῇ. ∆ιττῶς νοοῦμεν τὴν ἀκακίαν. Ἢ γὰρ τὴν ἀπὸ τῆς ἁμαρτίας ἀλλοτρίωσιν λογισμῷ κατορθουμένην, καὶ διὰ μακρᾶς προσοχῆς, καὶ μελέτης τῶν ἀγαθῶν, οἱονεὶ ῥίζαν τῆς κακίας ἐκτέμνοντες· ἢ κατὰ στέρησιν αὐτῆς παντελῆ τὴν τοῦ ἀκάκου προσηγορίαν δεχόμεθα. Καὶ πάλιν ἀκακία ἐστὶν ἡ μήπω τοῦ κακοῦ ἐμπειρία, διὰ νεότητα πολλάκις, ἢ βίου τινὸς ἐπιτήδευσιν, ἀπείρως τινῶν πρός τινας κακίας διακειμένων, οἷον ὁ παῖς οὐκ οἶδεν ὑπερηφανίαν, οὐκ οἶδε δόλον, ἢ ῥᾳδιουργίαν. Πάλιν εἰσί τινες τῶν τὴν ἀγροικίαν οἰκούντων, οὐκ εἰδότες τὰς ἐμπορικὰς κακουργίας, οὐδὲ τὰς ἐν δικαστηρίῳ διαπλοκάς· τοὺς τοιούτους ἀκάκους λέγομεν, οὐχ ὡς ἐκ προαιρέσεως κακίας κεχωρισμένους, ἀλλ' ὡς μήπω εἰς πεῖραν τῆς πονηρᾶς ἕξεως ἀφιγμένους. Χαρακτηρίζει οὖν τὸν ἄκακον ἡ ἁπλότης τοῦ ἤθους. ∆ιώκετε ἀλήθειαν εἰλικρινῆ, ἁπλότητα, δικαιοσύνην. Ἄπλαστος ὁ δίκαιος, ὁποῖος Ἰακώβ· διὰ τοῦτο κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Τὸν ἁπλοῦν καὶ ἄδολον εὐκόλως ἐξαγορεύει τὰ ἀπόῤῥητα τῆς ψυχῆς. Ἀφύλακτον ἡ ἁπλότης, καὶ μετὰ τοῦ σαθροῦ τὸ φιλάνθρωπον, καὶ ἥκιστα κακίαν ὑφορᾶται τὸ κακίας ἐλεύθερον. Τὸ εἰς κακίαν οὐχ ἕτοιμον οὐδὲ εἰς ὑπόνοιαν