1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

58

οἱ διώκοντες, αὕτη ἀνέβη πρὸς αὐτοὺς ἐπὶ τοῦ δώματος, καὶ εἶπεν αὐτοῖς· Εἰς τὴν 95.1228 ὀρεινὴν ἀπέλθατε, μὴ συναντήσωσιν οἱ καταδιώκοντες ὑμᾶς, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας ἕως ἂν ἀναστρέψωσιν οἱ καταδιώκοντες. Εἶπε Κύριος πρὸς Σαμουήλ· Πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε εἰς Βηθλεὲμ πρὸς Ἰεσσαὶ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ εἰς βασιλέα. Καὶ εἶπε Σαμουὴλ, Πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ, καὶ ἀποκτενεῖ με. Καὶ εἶπε Κύριος· ∆άμαλιν βοῶν λάβε ἐν τῇ χειρί σου, καὶ ἐρεῖς, Θῦσαι τῷ Κυρίῳ ἥκω. Καὶ καλέσεις τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ εἰς τὴν θυσίαν, καὶ χρίσεις ὃν ἂν εἴπω σοι. Καὶ ἐποίησεν ὁ Σαμουὴλ, ὅσα ἐλάλησεν αὐτῷ Κύριος. Σχόλιον. Ἐντεῦθεν διδασκόμεθα ἐν ἐνίοις οἰκονομεῖν χρείαν εἶναι τὰ πράγματα, καὶ τῷ ὄγκῳ, καὶ τῷ μεγέθει τῆς ἐξουσίας κεχρῆσθαι. Ὁ γὰρ Θεὸς, ὁ λόγῳ πάντων κρατῶν, καὶ δυνάμενος τὸν Σαοὺλ ἄρδην ἀφανίσαι, καὶ εἰς τὸ ἀνύπαρκτον καταστῆσαι, ἐνέτρεψε τῷ Σαμουὴλ μεθόδῳ τινὶ ἀποκρούσασθαι τὴν ὑπ' αὐτοῦ γενομένην πεῦσιν. Κατάγει Μελχὼλ τὸν ∆αβὶδ διὰ τῆς θυρίδος, καὶ ἔφυγεν, καὶ σώζεται. Καὶ ἔλαβε Μελχὼλ τὰ κενοτάφια, καὶ ἔθηκεν ἐπὶ τὴν κλίνην, καὶ ἧπαρ αἰγῶν, καὶ στρογγύλωμα τριχῶν, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ· καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν ∆αβίδ· καὶ εἶπε Μελχὼλ ἐνοχλεῖσθαι αὐτόν. Οὐκ ἐν τοῖς πολέμοις μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ πολλὴν καὶ ἀναγκαίαν εὕροι τις τῆς ἀπάτης τὴν χρείαν, καὶ οὐ πρὸς τὰ τῆς πόλεως πράγματα μόνον, ἀλλὰ καὶ ἐν οἰκίᾳ, πρὸς γυναῖκα τῷ ἀνδρὶ, καὶ πρὸς ἄνδρα γυναικὶ, καὶ πατρὶ πρὸς υἱὸν, καὶ πρὸς φίλον φίλῳ, ἤδη δὲ καὶ πρὸς πατέρα παισί. Καὶ γὰρ τῶν τοῦ Σαοὺλ χειρῶν, ἡ τοῦ Σαοὺλ θυγάτηρ οὐκ ἴσχυσεν ἑτέρως ἐξελέσθαι τὸν ἄνδρα, ἀλλ' ἢ μετὰ τὸ παραλογίσασθαι τὸν πατέρα. Καὶ ὁ ταύτης δὲ ἀδελφὸς, τὸν ὑπ' ἐκείνης διασωθέντα σῶσαι βουλόμενος. κινδυνεύοντα πάλιν τοῖς αὐτοῖς ὅπλοις ἐχρήσατο, οἷσπερ καὶ ἡ γυνή. Πολὺ γὰρ ἡ τῆς ἀπάτης ἰσχὺς, μόνον μὴ μετὰ δολερᾶς προσαγέσθω τῆς προαιρέσεως. Εὔκολον πρὸς ἀπάτην τὸ πρὸς ἡδονὴν ἅπαν. Οὐ πᾶς δόλος ὑπαίτιός ἐστιν· ἐπεὶ καὶ λῃστὰς νυκτοφύλακες, καὶ πολεμίους στρατηγοὶ, οὓς ἀδόλως συλλαβεῖν οὐκ ἔστιν, ἐνεδρεύοντες κατορθοῦν δοκοῦσι, καὶ τὰ λεγόμενα στρατηγήματα τοιοῦτον ἔχει λόγον, καὶ τὰ τῶν ἀθλητῶν ἀγωνίσματα. Καὶ γὰρ ἐπὶ τούτων ἡ ἀπάτη νενόμισται ἴδιον.

ΤΙΤΛ. ΚΗʹ. -Περὶ ἀγγέλλοντος, καὶ μεσάζοντος ἀπόκρισιν· (σιξ) καὶ ὅτι ὁ τὸν

σταλέντα ἐξουθενῶν, τοῦ πέμψαντος περιφρονεῖ Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς ἀποστείλαντα αὐτόν.

Ψυχὰς γὰρ τῶν αὐτῶν χρωμένων ὠφελεῖ. Ἐκ τῶν ἑαυτοῦ ὁδῶν ὄνειδος περιποιεῖται ὁ ἀποστέλλων δι' ἀγγέλου ἄφρονος λόγον. 95.1229 Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με. Ἃ πρέσβεις ὑπομένουσι, ἐπὶ τοὺς πέμψαντας λαμβάνει τὴν ἀναφοράν.

ΤΙΤΛ. ΚΘʹ. Περὶ ἀγνωμονούντων καὶ ἀχαριστούντων.

Τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου ἐκ τοῦ σπέρματος τῶν βασιλέων, καὶ δέκα ἄνδρες μετ' αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, καὶ ἀπέθανεν· καὶ τοὺς Ἰουδαίους, καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ' αὐτοῦ εἰς Μασιφά. Σχόλ. Οὗτος λόγον λαβὼν ἀπαθείας, τὸν δεδωκότα ἀνεῖλε. Πνεῦμα Κυρίου ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, καὶ εἶπεν· Τάδε λέγει Κύριος· Τί παραπορεύεσθε τὰς ἐντολὰς τοῦ Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν Κύριον. Καὶ ἐλιθοβόλησαν δι' ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου. Καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους, οὗ ἐποίησε μετ' αὐτοῦ Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. Καὶ ὡς ἀπέθνησκεν, εἶπεν· Ἴδοι Κύριος, καὶ κρινάτω. Καὶ ἐγένετο μετὰ ἐνιαυτὸν, ἀνέβη ἐπ' αὐτὸν δύναμις Συρίας, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ