1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

148

δὲ τὰς ὀφρύας ἀνασπᾷς, καὶ μόγις λιτανευόμενος ἐπικάμπτῃ. ∆ὸς αὐτοῖς τὰ αὐτῶν, πρὶν ἐπιστῇς τῷ λογοθεσίῳ. ∆ὸς αὐτοῖς τὰ αὐτῶν· πατέρα ἔχουσι βασιλέα. ∆ὸς αὐτοῖς τὰ αὐτῶν, καὶ λάβε παρὰ τοῦ πατρὸς αὐτῶν ἀμεριμνίαν. Ποίαν ἀμεριμνίαν, φησίν; Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ὁ γὰρ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ, φησὶν ὁ προφήτης. Ἴδετε τὸν πλοῦτον, τὸν δραπέτην· οὐ δραπέτην δὲ μόνον, ἀλλὰ καὶ ἀνδροφόνον. Οὐ γὰρ καταλιμπάνει μόνον τοὺς ἔχοντας αὐτὸν, ἀλλὰ καὶ σφάζει αὐτούς. Πίστιν γὰρ οὐκ ἔχει. Θηρίον ἐστὶν ὁ πλοῦτος ἰοβόλον· ἐὰν κατέχεται, φεύγει· ἐὰν σκορπίζεται, παραμένει. Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Σκόρπισον οὖν αὐτὸν, ἵνα μένῃ. Θησαυρίσατε αὐτὸν ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει. Ποῦ οἱ πλουτήσαντες πρὸ ἡμῶν; ἐλησμονήθησαν. Ἡδέως ἂν ἐροίμην τοὺς ἀποθανόντας, καὶ ἠρώτων αὐτούς· Ποῦ ὁ πλοῦτος, καὶ οἱ στρατιῶται, καὶ τὰ ξίφη τὰ ἀστράπτοντα ἐκ τῆς ἀκόνης; Ποῦ τὰ ἀργυρώματα, καὶ αἱ κλίναι αἱ ἀργυραῖ; ποῦ οἱ οἰκέται; ποῦ οἱ εὐνοῦχοι; ποῦ οἱ φίλοι; ποῦ αἱ οἰκίαι; Τί κατέχεις πλοῦτον τὸν ἐν καιρῷ ἀνάγκης οὐδέν σε ὠφελοῦντα; Ἐγὼ οὐ κεκόλλημαι τοῖς πλουσίοις, ἀλλὰ τοῖς κακῶς τῷ πλούτω κεχρημένοις. Οὐ τὸν πλού 95.1516 σιον διαβάλλω ἢ λοιδορῶ, μὴ γένοιτο, ἀλλὰ τὸν ἅρπαγα. Ἄλλο πλούσιος, ἄλλο ἅρπαξ, καὶ ἄλλο πλεονέκτης. ∆ίελε τὰ πράγματα· μὴ μίσγε τὰ ἄμικτα. Πλούσιος εἶ; οὐ κωλύω, οὐ ζηλεύω. Ἁρπάζεις τὰ ἀλλότρια; κατηγορῶ. Ἔχεις τὰ σά; ἀπόλαυε αὐτῶν. Λαμβάνεις τὰ ἀλλότρια; οὐ σιωπῶ, ἀλλὰ κράζω. Θέλεις με λιθάσαι; ἕτοιμός εἰμι. Ἀποτεμεῖν τὴν κεφαλὴν θέλεις; οὐ παραιτοῦμαι. Τὸ αἷμα ἕτοιμός εἰμι ἐκχεῖν, μόνον τὴν ἁμαρτίαν σου κερδήσω, καὶ κωλύσω αὐτὴν ἀπὸ σοῦ. Ἐμοὶ μέλει, ἐπειδή σε βλάπτει· ἑνός μοι μόνον μέλει, τῆς προκοπῆς τῶν ἀκουόντων. Καὶ οἱ πένητες ἐμὰ τέκνα, καὶ οἱ πλούσιοι ἐμὰ τέκνα εἰσίν. Ἡ αὐτὴ γὰρ γαστὴρ ἀμφοτέρους ὠδίνησεν· αἱ αὐταὶ ὠδῖνες, καὶ οἱ αὐτοὶ πόνοι ἀμφοτέρους ἔτεκον. Ἐὰν κεκόλλησαι τῷ πένητι, κατηγορῶ σου, οὐ τοῦ πένητος τοσοῦτον ὅσον τοῦ πλουσίου. Ὁ πένης γὰρ οὐδὲν μέγα ἀδικεῖται. Τί ἔχεις γὰρ αὐτοῦ ἁρπάσαι, εἰ μήτιγε ἐὰν εἶχε χρήματα; Σὺ δὲ εἰς τὴν ψυχήν σου ἐπιβουλεύεις τὴν βλάβην, ἁρπάζων πένητα. Μέχρι πότε χρήματα; μέχρι πότε ἀργυρώματα; μέχρι πότε κολακεῖαι οἰκετῶν; μέχρι πότε οἶνος ἐκχεόμενος; μέχρι πότε κρατῆρες ἐστεμμένοι; μέχρι πότε συμπόσια Σατανικὰ, καὶ διαβολικῆς γέμοντα ἐνεργείας; Οὐκ οἶσθα, ὅτι ὁ παρὼν βίος ὁδός ἐστιν; οὐκ οἶσθα ὅτι ἀποδημοῦμεν; μὴ γὰρ πολίτης εἶ· ὁδίτης εἶ. Οὐκ ἐσμὲν πολῖται, ἀλλ' ὁδῖται καὶ ὁδοιπόροι. Μὴ εἴπῃς, Ἔχω τήνδε τὴν πόλιν· οὐκ ἔχεις οὐδὲν ἐνταῦθα. Ἡ πόλις ἡμῶν ἄνω ἐστί. Τὰ παρόντα οὐδέν ἐστιν· ὁδός εἰσι τὰ παρόντα. Ὁδεύομεν καθ' ἡμέραν. Ἡ φύσις τρέχει. Ἔστι τις ἐν ὁδῷ οἰκοδομῶν οἰκίαν; Ἔστι τις ὁδῷ χρήματα ἀποτιθέμενος; Ὅταν ὁδεύῃς, καὶ εἰσέρχῃ εἰς πανδοχεῖον, μὴ τὸ πανδοχεῖον καλλωπίζεις ἢ κτίζεις; οὒ, φησίν· ἀλλὰ τρώγεις, πίνεις, καὶ ἐπείγῃ τοῦ ἐξελθεῖν; Πανδοχεῖον οὖν ἐστιν ὁ παρὼν βίος. Οὕτως εἰσήλθομεν, καὶ καταλύομεν εἰς τὸν παρόντα βίον· σπεύσωμεν ἐξελθεῖν μετὰ καλῆς ἐλπίδος. Μηδὲν ἀφῶμεν, οὐδὲ μὴ ἀπολέσωμεν. Ὅτε εἰσέλθῃς εἰς τὸ πανδοχεῖον, λέγεις· Ποίησον ἡμῖν ἕτοιμα τὰ ψυκτὰ, ὅτι τὴν νύκτα ὁδεύομεν. Ὡσαύτως δὲ καὶ τῷ παιδαρίῳ· Ἀσφάλισαι τὰ ἱμάτια, ἵνα μηδὲν λησμονήσῃς, μή τι ἀπόληται, ἀλλὰ πάντα εἰς τὴν οἰκίαν ἐπαγάγωμεν. Οὕτω καὶ ἡμεῖς βλέπωμεν πανδοχεῖον τὸν παρόντα βίον. Μηδὲν ὧδε καταλίπωμεν ἐν τῷ πανδοχείῳ· πάντα εἰς τὴν μητρόπολιν ἀπενέγκωμεν. Ὁδίτης εἶ καὶ ὁδοιπόρος, μᾶλλον δὲ καὶ ὁδίτου εὐτελέστερος. Πῶς ἐγὼ λέγω; Ὁ ὁδίτης οἶδεν πότε εἰσέρχεται ἐν τῷ πανδοχείῳ, καὶ οἶδεν πότε ἐξέρχεται. Ἐγὼ δὲ εἰσέρχομαι εἰς τὸ πανδοχεῖον τοῦ βίου τούτου, καὶ οὐκ οἶδα πότε ἐξέρχομαι. Ἐνίοτε δὲ καὶ ἑτοιμάζομαι πολλοῦ χρόνου διὰ τροφὰς, καὶ ὁ δεσπότης μου παραχρῆμα καλεῖ με· Ἄφρον, ἃ ἡτοίμασας, τίνι ἔσται; τὴν νύκτα ταύτην λαμβάνουσι τὴν ψυχήν σου ἀπὸ σοῦ. Ἄδηλος ἡ ἔξοδος