1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

40

ἄνω φέρον ὑπάρχει, τὸ δὲ κακὸν πρὸς τὰ κάτω καθέλκει τὸν κεχρημένον· ὥς που καὶ ὁ Σολομὼν ἐφράσατο, ὅτι Οἱ πόδες τῆς ἀφροσύνης τοὺς χρωμένους αὐτῇ εἰς ἅδην κατάγουσιν. Βαβυλὼν ποτὲ μὲν ὁ διάβολος λέγεται, ποτὲ δὲ ἡ ψυχὴ ἀνθρώπου συγκεχυμένη ἐκ πειρασμῶν χαλεπῶν, ποτὲ δὲ ὁ κόσμος δι' αὐτὴν ἐν αὐτῷ πολιτευομένην σύγχυσιν, καὶ χλεύην, καὶ ἀπάτην Τινὲς καὶ χωρὶς περιστάσεως, καὶ ἀνάγκης, πόθῳ θείῳ καὶ ἔρωτι προσέρχονται τῷ Θεῷ, ἀποφυγόντες τὰ δοκοῦντα ἐν κόσμῳ ὡραῖά τε καὶ τερπνά· σὺ τοσαύταις βληθεὶς ταλαιπωρίαις, μένεις ἀκμὴν φιλονεικῶν, καὶ στέργων τὰ ὑλικὰ πράγματα, καὶ ταῖς ἁμαρτίαις καταπνιγόμενος, οὐ βούλει αἰσθάνεσθαι, ἀλλ' ἐκ παρατάξεως τὸν Θεὸν παροργίζεις, τρισάθλιε; Εἴπερ αἴσθησιν εἶχες, αὐτὰ τὰ τοῦ βίου πράγματα ἤλαυνέ σε καταφυγεῖν πρὸς Θεὸν, καὶ σωθῆναι. Ἀλλ' ἐπειδὴ ἐθελοκακεῖς, βλέπε τὰ καταληψόμενά σε, ἵνα ἐν μέσῳ τῶν βιωτικῶν πραγμάτων κακίστῳ μόρῳ τὸν βίον καταλύσῃς, κἀκεῖσε ἀπέλθῃς γυμνὸς ἀρετῆς πάσης. Τοὺς καρποὺς τῶν σῶν ἐπιτηδευμάτων αὐτὸς ἐσθίεις. Καὶ γὰρ εἴρηται παρὰ τῷ Ἡσαΐᾳ, ὅτι Ἔδονται τὰ ἔργα τῆς πονηρίας αὐτῶν. Τῆς δὲ καρδίας τῇ πονηρίᾳ μεμορφωμένης, βδελυροὶ ἐκ ταύτης λογισμοὶ ἀναπηδῶσι. Καταγέλαστον ἂν εἴη τὸ κατάρχειν τῶν ἀνδραπόδων, ἐξανδραποδίζεσθαι δὲ ὑπὸ τῆς ἁμαρτίας. Πάντες οἱ ἁμαρτωλοὶ πολύτροποι λέγονται. Ἄλλος γὰρ τρόπος πορνείας, καὶ ἄλλος τρόπος θυμοῦ, καὶ ἕτερος κενοδοξίας τρόπος, καὶ φθόνου, καὶ μνησικακίας, καὶ τῶν ἑξῆς. Οἱ δὲ δίκαιοι μονότροποί εἰσιν. ∆ιόπερ φησὶν ὁ μακάριος ∆αβὶδ, ὅτι Κύριος κατοικίζει κοινοτρόπους ἐν οἴκῳ πνευματικῷ. Εἰ λεπρός ποτε κατάστικτος τὴν σάρκα, μετὰ πίστεως προσελθὼν Χριστῷ τῷ πανυψίστῳ Θεῷ, ἀπείληφεν εὐθέως ταύτην παντὸς καθαρὰν σπίλου, διὰ τί αὐτὸς ὀκνεῖς πίστει καὶ δεήσει χρήσασθαι, καὶ τῶν μιαρῶν, καὶ ἀκαθάρτων παθῶν τῆς ψυχῆς λυτρωθῆναι; Οὐκ οἶσθα ὅτι ὧν τις ἡττῆται ψυχῆς παθῶν, τούτων γίνεται καὶ δοῦλος μαστιγίας; ἀλλ' οὐκ ἐσμὲν ἡμεῖς παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας, ὅπως τῆς ἁμαρτίας διαιρεθέντες ἐλευθεριάσωμεν. Αἱρετὸν 95.1169 μᾶλλον δοῦλον γενέσθαι καὶ οἰκοτρίβων οἰκότριβα, ἢ δουλωθῆναί ποτε πάθεσι καταράτοις Πλειστάκις τὴν μεγάλην θάλασσαν, καὶ τὸν θαλάσσιον οὐκ ἠγνόησας φόβον; πόσῳ μᾶλλον φοβερωτέρα ἡ μνήμη τῆς κρίσεως. Οὐ πάντες οἱ δαίμονες τὰ αὐτὰ ἐπιτηδεύματα, ἢ τὰς αὐτὰς πονηρὰς λειτουργίας ἐπιτάσσονται παρὰ τοῦ διαβόλου. Ἄλλος γὰρ ἄλλην βδελυρὰν καὶ θεοστυγῆ διακονίαν πεπίστευται. Καὶ οὗτος μὲν βλασφημίας λογισμοὺς ταῖς τῶν ἀνθρώπων καρδίαις ἐγγλύφουσιν· ἐκεῖνοι δὲ αἰσχρὰς ἐπιθυμίας ὑποτίθενται τῇ ψυχῇ. Καὶ ἄλλοι μὲν εἰς κενοδοξίαν, καὶ φθόνον, καὶ τὰ ἑξῆς διεγείρειν εἰώθασιν· ἄλλοι δὲ τοῖς αἱρετικοῖς τὰς ὕλας τῶν νοημάτων χορηγοῦσιν· ἄλλοι δὲ περὶ γαστριμαργίαν καὶ μέθην, καὶ πορνείαν σχολάζουσι. Καὶ ἕτεροι μὲν δαίμονες διὰ τῶν ἐνυπνίων, καὶ τῶν παρατηρήσεων Ἑλληνικῶν ἐξαπατῶσι, καὶ χλευάζουσιν. Ἕτεροι δὲ τὰς ἡδονὰς τῶν ἀνθρώπων ἐμβάλλουσιν ἐν τῷ σώματι, καὶ πάντα τὰ μέλη τῇ ἀθεσμίᾳ καγχλάζειν καὶ κυματοῦσθαι ποιοῦσι, καὶ ὀμίχλης, καὶ ζόφου πληροῦσι τὰς αἰσθήσεις· καὶ οἱ μὲν τοῖς ἐπαοιδοῖς, καὶ φαρμάκοις, καὶ τοῖς ἐπιλαλοῦσι συμπράττουσι, καὶ συνεπισχύουσιν. Ἐκεῖνοι, καὶ ἁπλῶς εἰπεῖν, ἕκαστον τάγμα δαιμόνων ἰδίαν τινὰ κεκλήρωται διακονίαν καὶ πραγματείαν ψυχοβλαβῆ. Ὃ χείλεσι μόνον ὁμολογῶν τὸν Χριστὸν, ἀρνησάμενος δὲ τοῖς ἔργοις, οὐκ ἔστιν ἐν αὐτῷ, οὐδὲ ἔχει αὐτὸν ἐν ἑαυτῷ· μόνου καὶ παντὸς μετόχου τυγχάνοντος τοῦ ἐν αὐτῷ πάντα ποιοῦντος. Τότε συγχώρησις γίνεται τῶν προεπταισμένων, ὅταν ἔργα μετανοίας μετὰ ταῦτα τελεσθῇ. Εἰ γάρ τις ἔτι πράττων τὰ ψεκτικὰ καὶ κολαστέα, προσποιεῖται μετάνοιαν, οὐ τεύξεται συγχωρήσεως, ἔτι πράττων τὰ ἀπηγορευμένα. Προσαγορεύσαντος τοῦ ἀσεβοῦς Βασιλίδους τὸν εὐαγγελιστὴν Ἰωάννην, καὶ εἰπόντος· Ἐπιγινώσκεις ἡμᾶς; ἀμελητὶ, Ἐπιγινώσκω σε, λέγει ὁ ἅγιος, πρωτότοκον τε Σατανᾶ. Φοβηθῶμεν, οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ ἁμαρτήματα, δι' ἃ ἡ νόσος· καὶ νόσον ψυχῆς, οὐχὶ σώματος.