1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

53

Οὐδὲ γὰρ εἰ πάσης γῆς καὶ θαλάττης τὸ κράτος ἀνάψοιτό τις, ἄρχων ἂν εἴη πρὸς ἀλήθειαν, εἰ μὴ μάθοι καὶ προπαιδευθείη τὸ ἄρχεσθαι. Τὸ ὑποτάττεσθαι τοῖς κρείττοσιν, ὠφελιμώτατον ἀνθρώπῳ· χαλεποῦ ὄντος τὸ εἰδέναι ἄρχεσθαι, κινδυνεύει πολλῷ χαλεπώτερον τὸ ἄρχειν ἀνθρώπων.

ΤΙΤΛ. ΚΒʹ. -Περὶ ἀναρχίας, ἤτοι λαοῦ μὴ ἔχοντος ποιμένα.

Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον. Ἐλθὼν ὁ Ἰησοῦς, εἶδεν ὄχλον πολὺν, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς ὅτι ἦσαν ὡς πρόβατα ἀποίμενα. Τό τε ἄναρχον, ἄτακτον· τὸ πολύαρχον, στασιῶδες, καὶ οὕτως ἄναρχον, καὶ οὕτως ἄτακτον. Εἰς ταὐτὸν γὰρ ἀμφότερα φέρει, τὴν ἀταξίαν, εἰς δὲ ἔκλυσιν. Ἀταξία γὰρ μελέτη λύσεως. Ἡ μὲν ἀταξία ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσιν. Ἔνθα μή ἐστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται. Ἀναρχία μᾶλλον καὶ στάσις, ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένη πολυαρχία. Ὦ πόσα καὶ ἡλίκα κακὰ ἐξ ἀναρχίας φύεται! Λιμὸς, πόλεμος, δῃώσεις χωρίων, στέρησις χρημάτων, ἀπαγωγαὶ, οἱ περὶ δουλείας καὶ θανάτου φόβοι.

ΤΙΤΛ. ΚΓʹ. -Περὶ ἀκηδίας, καὶ ἀθυμίας.

Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; ἵνα τί συνταράσσεις με; Ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου ἐν πέτρᾳ, ὕψωσάς με. Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν. Ἰδοὺ ὁ Κύριος ἡμῶν μετὰ ἰσχύος ἔρχεται. Ἰδοὺ ὁ μισθὸς μετ' αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ ἐνώπιον αὐτοῦ. Κύριε παντοκράτορ, ὁ Θεὸς Ἰσραὴλ, ψυχὴ ἐν 95.1212 στεναγμοῖς, καὶ πνεῦμα ἀκηδιῶν ἐκέκραξαν πρὸς σέ· Κύριε, ἄκουσον, Κύριε, ἐλέησον, ὅτι ὁ Θεὸς ἐλεήμων εἶ. Τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Ἡ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία. Ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ, ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπολλυμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν, ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον καὶ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι, καὶ πανταχοῦ ἀποροῦσι· συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή. Τοιοῦτον καὶ τὸ ἡμέτερον. Τὰ γὰρ ἔνοικα πάθη περιφέροντες, πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν. Πάσης δαιμονικῆς ἐνεργείας βλαβερωτέρα ἡ τῆς ἀθυμίας καὶ ἀκηδίας ὑπερβολή· ἐπεὶ καὶ δαίμων ἐν οἷς ἂν κρατῇ, δι' ἀθυμίας κρατεῖ. Κἂν ταύτην ἀφέλῃς, οὐδέν σοι παρ' ἐκείνου γενήσεται κακὸν ἢ δεινόν. Καιρὸς ἀθυμίας, οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ' ὅταν δρῶμεν κακῶς. Ἑκάστου ἡμῶν ἀγών ἐστι κατὰ τοῦ πνεύματος τῆς ἀκηδίας, συνεζευγμένου καὶ συνεργοῦντος τῷ πνεύματι τῆς λύπης. ∆εινὸς οὗτος καὶ βαρύτατος δαίμων, καὶ τοῖς μοναχοῖς ἀεὶ πολεμῶν· ὅστις καθ' ὥραν ἕκτην ἐπιπίπτει τῷ μοναχῷ, ἀτονίαν καὶ φρίκην αὐτῷ ἐμποιῶν, καὶ μῖσος ἐργαζόμενον, καὶ πρὸς αὐτὸν τὸν τόπον, καὶ πρὸς τοὺς συνδιατρίβοντας ἀδελφοὺς, καὶ πρὸς πᾶσαν ἐργασίαν, καὶ πρὸς αὐτὴν τῶν θείων Γραφῶν τὴν ἀνάγνωσιν, ὑποβαλὼν αὐτῷ καὶ λογισμοὺς μεταβάσεως, ὡς εἰ μὴ μεταστήσῃ ἑαυτὸν πρὸς ἑτέρους τόπους, μάταιος αὐτῷ πᾶς ὁ χρόνος, καὶ ὁ πόνος γενήσεται. Πρὸς τούτοις πᾶσι καὶ πεῖναν αὐτῷ ἐντίθησι περὶ ὥραν ἕκτην, οἵα αὐτῷ οὐκ ἂν συνέβη ἐκ τριημέρου νηστείας, ἢ μακροτάτης ὁδοῦ, ἢ βαρυτάτου κόπου. Ἔπειτα λογισμοὺς αὐτῷ ἐμβάλλει, ὡς οὐδενὶ ἄλλῳ τρόπῳ δυνήσεται τῆς νόσου ταύτης καὶ τοῦ βάρους ἀπαλλάττεσθαι, εἰ μὴ διὰ τοῦ ἐξέρχεσθαι συνεχῶς, καὶ παραβάλλειν ἀδελφοῖς χάριν ὠφελείας, καὶ ἐπισκέψεως ἀσθενούντων. Ὅταν οὖν μὴ δυνηθῇ ἐν τούτοις αὐτὸν