1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

67

ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι, μήτε ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς τὸ γλυκὺ, καὶ τὸ πικρὸν βρύει. Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα;

ΤΙΤΛ. ΜΗʹ. -Περὶ ἀφέσεως ἁμαρτιῶν· κατὰ ποίους τρόπους δυνάμεθα τυχεῖν

συγχωρήσεως. Ἔκδυσαι ῥύπον, καὶ οὐ μὴ φοβηθῇς, καὶ τὸν κόπον σου ἐπίλυσαι, ὥσπερ

κῦμα παρελθὸν, καὶ οὐ πτοηθήσῃ· ὅτι εὐχή σου ὥσπερ ἑωσφόρος. Λύτρον ψυχῆς ἀνδρὸς, ὁ ἴδιος πλοῦτος. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, ἔλεος γενήσομαι αὐτῷ, λέγει Κύριος. Εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου, ὅτι δίδως ἐπὶ ἁμαρτήμασι μετάνοιαν. Πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσκεται ἁμαρτίας. Ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται. 95.1257 Ὁ τιμῶν πατέρα, ἐξιλάσεται ἁμαρτίας. Εὐδοκία Κυρίου, ἀποστῆναι ἀπὸ ἀδικίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἁμαρτίας. Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.

ΤΙΤΛ. ΜΘʹ. -Περὶ ἀπογνώσεως· ὅτι οὐ δεῖ ἡμᾶς τῆς ἑαυτῶν ἀπογινώσκειν

σωτηρίας. Πεποιθὼς ἔσῃ, ὅτι σοι ἔστιν ἐλπίς. Οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων,

ἐμπλησθήσονται εὐφροσύνης. Οὐδεὶς φόβῳ τῶν στερήσεων τὰ ἀγαθὰ ἀπωθεῖται. Οὕτω γὰρ ἂν οὐδὲν τῶν ἀνθρωπίνων συνέστη, εἰ ἐφ' ἑκάστῳ τῶν σπουδαζομένων τὰς ἀποτυχίας ἐλογιζόμεθα. Παράκειται γὰρ τῇ γεωργίᾳ ἡ ἀφορία, ταῖς ἐμπορίαις δὲ τὰ ναυάγια, τοῖς γάμοις αἱ χηρεῖαι, ταῖς παιδοτροφίαις αἱ ἀποτεκνώσεις. Ἀλλ' ὅμως ἐγχειροῦμεν τοῖς ἔργοις, ταῖς χρηστοτέραις ἐλπίσιν ἐπερειδόμενοι, τὴν δὲ τῶν ἐλπισθέντων ἔκβασιν ἀνατιθέντες τῷ τὰ ἡμέτερα οἰκονομοῦντι Θεῷ. Οὔτε ὁ μὴ ῥᾳθυμῶν εἰς ἀπόγνωσιν ἂν ἐμπέσοι ποτὲ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς, καὶ μὴ ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥᾳθυμίαν δυνήσεται ἐμπεσεῖν.

ΤΙΤΛ. Νʹ. -Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ.

Οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθεμα ὥσπερ τοῦτο. Προσοχθίσματι προσοχθιεῖς, καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθεμά ἐστιν. - Οὐχ εὑρεθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος. Εἶπε Κύριος πρὸς Ἰησοῦν· Οὐ δύνανται υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα. Οὐ προσθήσω ἔτι μεθ' ὑμῶν εἶναι, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν. Ἀναστὰς ἁγίασον τὸν λαὸν εἰς τὴν αὔριον· καὶ ὃς ἀναδειχθῇ παρὰ Κυρίου, κατακαυθήσεται ἐν πυρὶ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν διαθήκην Κυρίου, καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ. Καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωῒ, καὶ εἶπε τῷ Ἀχάρ· Ἀνάγγειλόν μοι, τί ἐποίησας. Καὶ εἶπεν Ἀχάρ· Εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν, καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ γλῶσσαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἔλαβον· καὶ ἰδοὺ κεκρυμμένα εἰσὶν ἐν τῇ γῇ. Καὶ ἐλιθοβόλησαν αὐτὸν καὶ πάντας τοὺς αὐτοῦ.

ΤΙΤΛ. ΝΑʹ. -Περὶ ἀμίκτων, καὶ τῶν ἀκοινωνήτως ἐχόντων πρὸς ἄλληλα.

Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; Τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς 95.1260 πρὸς εὐσεβῆ. Τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, αὕτη συντριβήσεται. Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Τίς μετοχὴ δικαιοσύνης καὶ ἀνομίας; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ