1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

120

πολλὰ ἀποιχήματα εἶναι τῶν καθημερινῶν φροντίδων. Ὁποῖα γὰρ ᾖ τὰ κατὰ τὸν βίον ἡμῶν ἐπιτηδεύματα, τοιαῦτα ἀνάγκη εἶναι καὶ τὰ ἐνύπνια.

ΤΙΤΛ. Εʹ. -Περὶ ἐλπίδος· ὅτι χρὴ εἰς Θεὸν ἐλπίζειν, καὶ μὴ εἰς τὰς τῶν ἀνθρώπων προστασίας.

Ὁ πεποιθὼς ἐπὶ Κύριον, σωθήσεται. Εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σοὶ, εἰς αἰῶνα, καὶ τὰ λοιπά. Ὑπερασπιστὴς ἐπὶ πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν. Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι, καὶ τὰ λοιπά. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον ὅτι αὐτὸς, καὶ τὰ λοιπά. 95.1428 Ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. Ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Τὸν ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει. Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν. Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου. Μακάριος ἀνὴρ οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ὡδήγησεν αὐτοὺς ἐπ' ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Μὴ πεποίθετε ἐπ' ἀρχόντων, ἐπὶ υἱοὺς ἀνθρώπων· ἐν ἐκείνῃ ἡμέρᾳ ἀπολοῦνται οἱ διαλογισμοὶ αὐτῶν. Ἴσθι πεποιθὼς ἐπὶ Κύριον ἐν ὅλῃ καρδίᾳ σου. Ὃς πέποιθεν ἐπὶ Κύριον, ἐν ἐπιμελείᾳ ἔσται. Ὁ πεποιθὼς ἐπὶ Κύριον. μακαριστός. Ὁ πεποιθὼς ἐπὶ Κύριον, εὐφρανθήσεται. Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος σωτὴρ ἡμῶν· αὐτὸς σώσει ἡμᾶς. Ἰδοὺ ὁ Θεὸς σωτήρ μου πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι. Εὐλογημένος ἄνθρωπος ὅστις πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ' ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν αὐτοῦ Οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ, καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν; ∆ιότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας. Τῇ ἐλπίδι ἐσώθημεν. Ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς. Ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. Στῆτε οὖν περιζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν νήφοντες. 95.1429 Τελείως ἐλπίσατε ἐπὶ τὴν δεδομένην ὑμῖν χάριν. Πείσωμεν ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, καὶ ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι. Οὕτως γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν. Ἀμήχανόν ἐστι τοῦ τέλους ἐκπεσεῖν τὸν ὅλῃ διανοίᾳ εἰς τὸν Θεὸν ἐλπίζοντα, καὶ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα· ἀδύνατόν τινα σπουδῇ χρώμενον, καὶ μεριμνῶντα ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, καὶ τὰ παρ' ἑαυτοῦ πάντα ἐπιδεικνύμενον, ἐγκαταλειφθῆναί ποτε ὑπὸ τοῦ Θεοῦ. Ὅταν μηδαμόθεν ἀνθρωπίνης βοηθείας ἐλπὶς ἡμῖν ὑπάρχῃ, μὴ ἀπογνῶμεν, μὴ ἀτονήσωμεν, ἀλλὰ τὴν ἄγκυραν τῆς πίστεως ἀναρπάσωμεν. Ῥίψωμεν τὸ ἐργαλεῖον τῆς ἐλπίδος, μὴ εἰς θάλασσαν, ἀλλ' εἰς τὸν οὐρανὸν, καὶ τὸ χειμαζόμενον σκάφος τῶν κινδύνων ἀπαλλαγήσεται. Μὴ πεποίθετε ἐπ' ἄρχοντας· μὴ ἐπαίρεσθε ἐπὶ πλούτου ἀδηλότητι· μὴ φρονεῖτε ἐπὶ δυνάμει σώματος· μὴ τῆς ἀνθρωπίνης δόξης τὸ περιφανὲς διώκετε. Οὐδὲν τούτων σώζει. Πάντα πρόσκαιρα· πάντα ἀπατηλά· μία καταφυγὴ ὁ Θεός. Ἐπικατάρατος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον Ὅταν ἐν ταῖς θλίψεσιν ὦμεν, ἐπὶ πάντα μᾶλλον τρέχομεν, ἢ τὸν Θεόν. Νοσεῖ τὸ παιδίον; καὶ σὺ τὸν ἐπῳδὸν περισκοπεῖς, ἢ τὸν τοὺς περιεργοὺς