1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

145

ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. ∆ιὰ ταῦτα ἢ κλείεται ὁ οὐρανὸς, ἢ κακῶς ἀνοίγεται. Τί πρὸς ταῦτα οἱ προσκυνοῦντες τὸν χρυσὸν καὶ τὸν ἄργυρον ὡς τὴν Βαάλ; Οἱ περιέποντες τῶν λίθων τὰς πολυτελείας καὶ διαυγείας, καὶ τὴν ἐσθῆτα τὴν μαλακήν τε καὶ περιῤῥέουσαν, σητῶν δαπάνην καὶ λῃστῶν, καὶ τυράννων, καὶ κλεπτῶν θησαυρίσματα; οἱ πλήθει γαυριῶντες ἀνδραπόδων καὶ τετραπόδων; οἱ τοῖς πεδίοις ἐμπλατυνόμενοι, καὶ τοῖς ὄρεσι, καὶ τὰ μὲν ἔχοντες, τὰ δὲ προσλαμβάνοντες; Τί δὲ οἱ τοῖς ὑψηλοῖς θρόνοις ἐπικαθεζόμενοι, καὶ τὴν ἀρχικὴν σκηνὴν αἴροντες, καὶ μὴ λογιζόμενοι τὸν ἐπὶ πᾶσι Θεὸν, καὶ τὸ ἀπρόσιτον ὕψος τῆς ἀληθινῆς βασιλείας, ἵνα ὡς ὁμοδούλων τῶν ὑπηκόων ἄρχωσιν, οἱ τῆς ἴσης δεόμενοι φιλανθρωπίας; σκόπει δέ μοι καὶ τοὺς κατασπαταλῶντας ἐπὶ κλινῶν ἐλεφαντίνων, ὧν καλῶς ὁ θεῖος Ἀμὼς καθάπτεται, καὶ τὰ πρῶτα μύρα χριομένους. Ἄξιόν σοι τῆς σπορᾶς τὸ θέρος· Πικρίαν ἔσπειρας; δρέπου τὰ δράγματα· τὸ ἀνελεὲς ἐτίμησας; ἔχε ὅπερ ἠγάπησας. Ἔφυγες τὸν ἔλεον; φεύξεταί σε τὸ ἔλεος. Ἐβδελύξω τὸν πτωχόν; βδελύσσεταί σε ὁ δι' ἡμᾶς πτωχεύσας. Οὐδεὶς πότε κερδαίνειν γίνεται κόρος, ἀλλὰ τὸ ἀεὶ λαμβανόμενον, ὕλη καὶ ὑπέκκαυμα τῆς τοῦ πλείονος ἐπιθυμίας καθίσταται. Μὴ ἀπόρει τοὺς πένητας. Εἰσέρχεται ὁ πένης εἰς τὴν αὐλήν σου ζητῶν ἐντολὴν, καὶ ἀναλίσκει δύο ὥρας μηδὲν λαβών. Καὶ ἐνίοτε ἐπιτάττεις τῷ δούλῳ σου βαλεῖν αὐτὸν ἔξω. Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος· Εἰς ἣν δ' ἂν πόλιν εἰσέρχεσθε ἢ οἰκίαν, εἴπατε τῷ οἴκῳ ἐκείνῳ· Εἰρήνη ὑμῖν. Καὶ ἂν μὲν ᾖ ἡ οἰκία ἀξία εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· εἰ δὲ μὴ, ἐκτινάξατε καὶ τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν· ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἢ τῷ οἴκῳ ἐκείνῳ. Εἰσέρχεται πένης εἰς τὴν αὐλήν σου, καὶ ἐπιτάττεις τῷ δούλῳ σου βαλεῖν αὐτὸν ἔξω. Ἀλλ' οὐκ οἶδας, ὅτι ἐὰν βάλῃς τὸν πένητα ἔξω, τὸν Χριστὸν ἐδίωξας; Αὐτὸς γὰρ εἶπεν· Ὅ τι ἑνὶ τούτων τῶν ἀδελφῶν μου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Ὁρᾷς, ὅτι ἐὰν ὑβρίσῃς τὸν πένητα, τὸν Χριστὸν ἠτίμασας; Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι· ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Οὐ παύσομαι ὑμᾶς παιδεύων, ἕως οὗ βελτίους γίνεσθε. Βλέπεις πένητα, καὶ οὐκ ἐλεεῖς; Πῶς εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ εὔχῃ; πῶς τὸ στόμα σου ἀνοίγεις, καὶ ἐπικαλῇ τὸν Θεόν σου; Οὐ φοβῇ; οὐ τρέμεις; οὐ δέδοικας; Εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν 95.1508 εὔξασθαι; ποίησον ἐλεημοσύνην, ἵνα ὑπογραφῇ σου ἡ δέησις. Ἐνίοτέ τινες εἰσβάλλουσι δέησιν βασιλέως καὶ ἀναλίσκουσι διακοσίους ἢ τριακοσίους χρυσίνους. καὶ πολλάκις εἰς οὐδὲν αὐτοῖς προχωρεῖ, ἀλλ' ὡς χιδάριον κατέχουσιν αὐτόν· καὶ σὺ δύο ὀβολῶν οὐ θέλεις ὑπογραφῆναι τὴν δέησίν σου; Ἐνταῦθα μὲν βασιλεὺς ὁ ἐπίγειος ὑπογράφε καὶ πολλάκις ἐναντία ἐστὶν ἡ ὑπογραφή· ὁ δὲ Βασιλεὺς τῶν βασιλευόντων ἐὰν ὑπογράψῃ, κεκύρωται καὶ βεβεβαίωται. Εἶδες δέησιν δύο ὀβόλων ὑπογραφομένην; διὰ τοῦτο δύο κρατῆρες πρὸ τῶν θυρῶν εἰσι τῆς ἐκκλησίας, μία τοῦ ὕδατος, ἐν ᾗ νίπτῃ τὰς χεῖρας, καὶ ἑτέρα ἡ χεὶρ τοῦ πένητος, ἐν ᾗ ἀποσμήχεις τὴν ψυχήν σου. Εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ νίπτῃ τὰς χεῖράς σου· ἐπίδος εἰς χεῖρα τοῦ πένητος ὀβολὸν, καὶ ἀποσμήχεις τὴν ψυχήν σου. Ἐὰν εἰσέλθῃς, καὶ εὔξῃ, καὶ νίψῃ, τῷ δὲ πένητι μὴ δῷς, τί ὄφελος; πλοῦτον ἔχεις, καὶ κρύπτεις αὐτὸν ἐπὶ τῆς γῆς, καὶ ἐνίοτε ἔρχονται νυκτὸς κλέπται, καὶ ὀρύσσουσι, καὶ κλέπτουσι τὸν θησαυρόν· καὶ ἀνίστασαι πρωῒ, καὶ βλέπεις αὐτὸν σεσυλημένον. Θέλεις μὴ συληθῆναι; ὃ λέγω σοι, τοῦτο ποίησον, καὶ οὐδέποτε συλᾶσαι εἰς τὸν αἰῶνα. Χῶσον αὐτὸν εἰς τὴν κοιλίαν τῶν πτωχῶν τῷ κινδύνῳ μου, καὶ οὐδέποτε δύναται συληθῆναι. Ἐὰν δὲ χώσῃς αὐτὸν εἰς τὴν γῆν, ἀπολεῖς αὐτόν. Καὶ ἐὰν ἀπολέσῃς, φυλαχθήσεται· καὶ ἐὰν μετὰ τὴν τελευτήν σου ἐκτὸς αὐτοῦ ᾖς, τί σοι τὸ ὄφελος; τί κάμνεις καὶ πλουτεῖς; καὶ ἄλλοι εἰσέρχονται εἰς τὰ ὑπάρχοντά σου, καὶ κατατρυφῶσιν. Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος· Θησαυρίζει ὁ πλούσιος, καὶ οὐκ οἶδεν τίνι συνάξει αὐτά; Καὶ πάλιν ἀλλαχοῦ λέγει· Ἄφρων καὶ ἄνους ἀπολοῦνται· καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Ὁρᾷς τί πάσχουσιν