1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

152

πλούτῳ ῥέοντι προστιθώμεθα, μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀποπτύστου πάντη, καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ' εἴδωμεν καὶ ὑγείαν περιφρονεῖν ἀσύνετον, ἧς καρπὸς ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους νικήσαντας. Μήτε ἀθυμῶν ἀπελπίσῃς εὐημερίαν, μήτε εὖ καὶ καλῶς πράττων, ἀθυμίαν. Εἷς ἐνιαυτὸς τέσσαρας ὥρας φέρει, καὶ μία ῥοπὴ καιροῦ πολλὰς πραγμάτων μεταβολάς. Ἕως ἐξουρίας πλεῖς, φοβήθητι τὸ ναυάγιον, καὶ ἧττον ναυαγήσεις, τῇ δειλίᾳ βοηθῷ χρώμενος. Μὴ μέγα εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος Πολλοὶ προσωρμίσθησαν ἐκ τρικυμίας. Μήτε τὸ ἀλγεινὸν ἀπαραμύθητον, Μήτε τὸ εὖ πράττειν ἀπαιδαγώγητον. Ὅτ' εὐπλοεῖς μάλιστα μέμνησο ζάλης. Μὴ σφόδρα ἐπαίνει τοῦ βίου τὸ εὔδρομον, Ὁ μεῖζον εἰδὼς τῶν ὁρωμένων φρονεῖν, Μήπως ἐμοὶ μὲν ὕψος ᾖ τὸ δύσβατον, Σοὶ δὲ ἐπίκρημνον τοῦ βίου τὸ εὐπετές. Ἐμοῦ τὸ λυπηρὸν κρεῖσσον ἢ τὸ σὸν καλόν. Βοῶν ποτε ἴδες, τὸν μὲν ἐν φάτνῃ μέγαν, Ἐπηρμένον, στίλβοντα τῇ εὐπραγίᾳ. Τραχηλιῶντα, τὸν κάτω νενευκότα. Ῥικνὸν δὴ συμβόλοις γεωργίας· Ἔπειτα τὸν μὲν εἰς σφαγὴν τηρούμενον, Τὸν δὲ τρέφοντα αὐτόν τε καὶ δεσπότην. Τούτων τίς ἐστιν εὐτυχέστερος, Εἰπέ. Οὐχ ὁ στενός τε καὶ ζυγῷ τετριμμένος; Εὔδηλον· ἀλλὰ σοί γε τὸ πλάτος φίλον, Κἂν ᾖ κακόν τε καὶ κακῶς συγκείμενον. Ἢ καὶ τὸν ὄγκον ὑδεριῶντος αἰνέσεις, Ἢ καὶ φρενοπλὴξ ἰσχύειν σοι φαίνεται. Τὸ δὲ ἡδὺ πάντων φάρμακον σωτήριον, Οὗ καὶ τὸ πικρὸν ἐξέωσε πολλάκις. Τὸ δὲ ἡδὺ πρὸς τὸ χεῖρον ὡς τὰ πολλὰ ἄγει, ∆έον μὴ δέχεσθαι πᾶσαν οἴακος στροφὴν, Ἕως ἂν ὅρμοις εὐδίοις προσορμίσῃ. Τάφος, καὶ φθορὰ, καὶ κόνις, τὸ τῆς βιωτικῆς εὐημερίας συμπέρασμα. Χρὴ μήτε ἀγαθά τινα προστεθεικέναι τούτοις ἀνθρώποις οὖσιν, μήτε αὖ κακὰ ἀπεχθάνεσθαι αὐτοῖς, ἀλλ' ἐπάνω εἶναι ἀμφοῖν, τὰ μὲν πατοῦντα, τὰ δὲ τοῖς δεομένοις παραπέμποντα. Πλέκει ταῦτα δι' ἀλλήλων ὁ Θεὸς, ἐμοὶ δοκοῦν, ἵνα μήτε τὸ λυποῦν ἀθεράπευτον ᾖ, μήτε τὸ εὐφραῖνον ἀπαιδαγώγητον· καὶ ἵνα τὸ τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς αὐτὸν μόνον βλέπωμεν. Αἰσχρὸν εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοις 95.1529 πράγμασιν· ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Τάφος διαδέξεται τὸ τῆς δόξης τέλος. Ὥσπερ ἀπειροκάλων τὸ λίαν ἐπαίρεσθαι ταῖς εὐσπλαγχνίαις, οὕτως ἀνάνδρων τὸ καταπτήσσειν ἐν τοῖς πταίσμασιν. Ὀξεῖα γὰρ ἐν ἀμφοτέροις ἡ μεταβολή. Καθάπερ ἴδιόν ἐστι τοῦ φωτὸς τὸ φωτίζειν, οὕτως ἴδιον Θεοῦ τὸ ἐλεεῖν καὶ οἰκτείρειν τὰ οἰκεῖα ποιήματα. Ἐλεήμων γὰρ καὶ οἰκτίρμων ὁ Κύριος, κατὰ τὴν φωνὴν ∆αβίδ. Μήτε οὖν ἀπογνῷς, μήτε καταφρονήσῃς. Πάντων σου τῶν πραγμάτων κατευοδουμένων, ἐκδέχου μεταβολήν. Καὶ πάλιν ὑπὸ ἀπροσδοκήτων συμφορῶν κυκλούμενος, φαντάζου τὰ χρηστὰ, καὶ τὰ κρείττονα. Οὐ χρὴ δυσφορεῖν ἐπὶ τοῖς συμβαίνουσιν, ἀλλὰ μᾶλλον ἐπιθυμεῖν ἐπὶ ταῖς πολλαῖς θλίψεσι. ∆ιὰ τοῦτο γὰρ, φησὶν, ἔθλιψά σε καὶ ἐλιμαγχόνησά σε, ἵνα ψωμισθῇς τὸ μάννα τῆς γνώσεως, καὶ ἐπ' ἐσχάτων εὖ σε ποιήσω. Ὁ τῶν ἀνθρώπων βίος ὁμοιούμενος πελάγει, κυματώσεις καὶ στροφὰς παντοίας προσδέχεται, κατά τε εὐπραγίας καὶ κακοπραγίας. Ἵδρυται γὰρ οὐδὲν τῶν γηγενῶν, ἀλλὰ ὧδε κἀκεῖσε διαφέρεται, οἷα σκάφος θαλαττεῦον ὑπ' ἐναντίων πραγμάτων.

ΤΙΤΛ. ΙΒʹ. -Περὶ εὐθηνίας καὶ εὐπορίας· καὶ ὅτι ἐν ταῖς εὐπορίαις φιλεῖ τὰ ἁμαρτήματα γίνεσθαι.

Ἔφαγεν Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Φαγὼν καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Μὴ φαγὼν, καὶ ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας, καὶ κατοικήσας ἐν αὐταῖς, καὶ τῶν προβάτων σου, καὶ τῶν βοῶν σου πληθυνθέντων, ἀργυρίου καὶ χρυσίου πληθυνθέντων σοι, μὴ ὑψωθῇς ἐν τῇ καρδίᾳ σου. Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ,