1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

42

φοβερὰ πελάγη διαδραμὼν, πρὸς αὐτοῖς τοῖς λιμέσι διαῤῥαγέντος τοῦ πλοίου, πάντων ἔρημος ἀθρόον ἀπεδείχθη. Ἐὰν καὶ οὗτος τὰ μυρίοις πόνοις καὶ ἱδρῶσι κτηθέντα, μιᾷ προσβολῇ δαίμονος ἀπολέσῃ, ὥσπερ τινὶ ἀγρίῳ λαίλαπι τῇ ἁμαρτίᾳ βυθισθείς· πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Ὁ ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον τοῖς πεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως. Τὸ ἅπαξ τινὰ μετανοήσαντα, τὴν αὐτὴν πάλιν ποιῆσαι ἁμαρτίαν, ἔλεγχός ἐστι τοῦτο, πρῶτον αἴτιον τῆς ἁμαρτίας ἐκείνης μὴ κεκαθάρθαι, ἀφ' οὗ καθάπερ ἀπὸ ῥίζης τινὸς τὰ ἶσα φύεσθαι συμβαίνει. Ὥσπερ εἴ τις φυτοῦ κλάδους ἐκκόψαι θελήσειεν, τὴν ῥίζαν ἐάσας, οὐδὲν ἧττον ἡ ῥίζα μένουσα πάλιν βλαστάνει. Ἐφ' οἷς ἂν εὕρω ὑμᾶς ἐπὶ τούτοις καὶ κρινῶ· καὶ παρέκαστα βοᾷ τὸ τέλος ἁπάντων, ὥστε καὶ τὰ μέγιστα εὖ πεποιηκότι τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξοκείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῇ καταστροφῇ τοῦ δράματος ἐξάθλων γενομένων. Ὅταν ἄνθρωπος δίκαιος ἐκπέσῃ, λέγωμεν περὶ αὐτοῦ τὸ λεχθὲν παρὰ τοῦ Ἡσαίου· Πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ἐξ οὐρανοῦ, καὶ εἰς τὴν γῆν συνετρίβη; 95.1176 Ἔνιοι προκόψαντες ἐπ' ἀρετὴν, ὑπενόστησαν πρὶν ἐφικέσθαι τοῦ τέλους, τὴν ἄρτι φυομένην ἀριστοκρατείαν ἐν ψυχῇ καθελούσης τῆς παλαιᾶς ὀλιγοκρατείας, ἡ πρὸς ὀλίγον ἠρεμήσασα, πάλιν ἐξ ὑπαρχῆς μετὰ πλείονος δυνάμεως ἐναπέθετο. Ὅταν ἄνθρωπος κατορθώσῃ βίον ἐνάρετον δι' ἀσκήσεως, καὶ ἀγαθῆς πολιτείας, καὶ ἔστιν ὑπὸ πάντων ἐγνωσμένος, ὅτι ἔστιν εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν, καὶ ἐκπέσῃ εἰς ἁμαρτίαν, τοῦτό ἐστι παράπτωμα. Ἀνῆλθεν γὰρ εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, καὶ πέπτωκεν εἰς τὸν πυθμένα τοῦ ᾅδου.

ΤΙΤΛ. ΙΕʹ. Περὶ ἀναστάσεως, καὶ κρίσεως, αἰωνίας κολάσεως.

Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, καὶ αὐτὸς κρινεῖ. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, ἐὰν πονηρόν. Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! Ἵνα τί ὑμῖν αὕτη ἡμέρα Κυρίου; αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς. Μεγάλη ἡ ἡμέρα Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα. Τίς ἔσται ἱκανὸς αὐτῇ; Ἐξεγειρέσθω, καὶ ἀναβαινέτω πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, ὅτι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη εἰς τὴν κύκλωθεν. Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν ὁ τρυγητός. Εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερχεῖται τὰ ὑπολήνια, ὅτι ἐπληθύνθη τὰ κακὰ αὐτῶν. Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης· ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει τὴν φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ. Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου. Ἡτοίμασε Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ. Ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα. Φωνὴ ἡ ἡμέρα Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται· ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης, καὶ ἀφανισμοῦ· ἡμέρα σκότους καὶ γνόφου. Ἰδοὺ ἔρχεται, λέγει Κύριος ὁ παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ ἐν χωνευτηρίῳ, καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον. Ἰδοὺ ἐγὼ ἀποστέλλω Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ 95.1177 ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἰδοὺ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται μετὰ θυμοῦ καὶ ὀργῆς, θῆναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς