1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

22

συλλαβοῦσα ἔτεκεν· τὸ δὲ ὑπὲρ τὴν φύσιν, τοῦτό ἐστι τὸ ζητούμενον· πῶς Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ θυγατέρα ἐγέννησεν. Εἰ καὶ Θεὸς αὐτὴν ἐδημιούργησεν, ἀλλ' ὅμως ἐκ τοῦ Ἀδὰμ τὴν πλευρὰν ἐδανείσατο. Ὅθεν καὶ διαπλάττων αὐτὴν, ὕπνον ἐνέβαλεν ἐπὶ τὸν Ἀδὰμ καὶ ἔκστασιν, καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Ἀλλ' ὅμως καὶ ἐν ἐκστάσει ὕπνωσε τὸν Ἀδὰμ, ὃν οὐκ ἔλαθεν ὃ ὁ Θεὸς ἐποίησεν ἐν κρυφῇ· μόνον γὰρ εἶδεν ὁ Ἀδὰμ τὴν Εὔαν· ἥψατο τῆς ἑαυτοῦ πλευρᾶς, καὶ εὗρε τὸ λεῖπον μετὰ προσθήκης σαρκὸς δεδωκὼς, καὶ λογικὸν ζῶον ὑποδεξάμενος. Ὅθεν καὶ τοῦ Θεοῦ προσαγαγόντος τὴν γυναῖκα τῷ Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτὴν, ἀποκριθεὶς ὁ Ἀδὰμ πρὸς τὸν Θεὸν, εἶπεν, Τί μοι ταύτην ὡς ξένην παρήγαγες, ∆έσποτα; οὐκ ἐκπλήττομαι τῇ θέᾳ. Ἐγνώρισα γάρ μου τὴν σάρκα. Ἐχαρίσω μοι ζῶον λογικὸν, εἰ καὶ διαφέρει τῷ σχήματι, ἀλλ' ἥνωται τῇ φύσει. Γυνὴ καλείσθω· ἐξ ἀνδρὸς γὰρ ἐλήφθη, καὶ ἐκ τῆς πλευρᾶς ἐπλάσθη. Ἔστω οὖν ὑπὸ χεῖρα. Οὐ γὰρ ἐκ τῆς κεφαλῆς ἐλήφθη, ἀλλ' ἐκ τῆς πλευρᾶς. Κατὰ μὲν τὴν πρώτην ἑπταετίαν ἔκφυσις ὀδόντων ἐστίν· κατὰ δὲ τὴν δευτέραν, καιρὸς τοῦ προίεσθαι σπέρμα γόνιμον. Τρίτη δὲ, γενείων αὔξησις. Τετάρτη δὲ, πρὸς ἰσχὺν ἐπίδοσις. Πέμπτη δ' αὖ γάμων ὥρα. Ἕκτη, συνέσεως ἀρχή. Ἡ δὲ ἑβδόμη, βελτίωσις ἀμφοῖν, καὶ συναύξησις νοῦ καὶ λόγου. Ὀγδόη δὲ, ἡ ἐν ἑκατέρῳ τελείωσις. Κατὰ δὲ τὴν ἐννάτην, ἡ ἐπιείκεια καὶ πραότης τῶν παθῶν ἐπὶ πλεῖον ἡμερωθέντων. Κατὰ δὲ τὴν δεκάτην, τὸ εὐκταῖον τοῦ βίου τέλος, ἔτι τῶν ὀργανικῶν μελῶν συνεστηκότων. Φιλεῖ γὰρ τὸ μακρὸν γῆρας ἕκαστον ὑποσκελίζειν καὶ παραιρεῖσθαι. Ἰατρὸς Ἱπποκράτης, ἡλικίας ἑπτὰ 95.1109 εἶναι φησί· παιδίου, παιδὸς, μειρακίου, νεανίσκου, ἀνδρὸς, πρεσβύτου, γέροντος. Ταύτας δὲ μετρεῖσθαι μὲν ἑβδομάσιν, οὐ μὴν ταῖς κατὰ τὸ ἑξῆς. Λέγει δὲ οὕτως· Ἐν ἀνθρώπου φύσει ἑπτά εἰσιν ὧραι, ἃς ἡλικίας καλέουσιν· παιδίον, παῖς, μειράκιον, νεανίσκος, ἀνὴρ, πρεσβύτης, γέρων. Καὶ παιδίον μέν ἐστιν ἄχρι ἑπτὰ ἐτῶν, τουτέστι τῆς τῶν ὀδόντων ἐκβολῆς. Παῖς δὲ ἄχρι γονῆς ἐκφύσεως, εἰς τὰ δὶς ἑπτά. Μειράκιον ἄχρι γενείου λαχνώσεως, ἐς τὰ τρὶς ἑπτά· νεανίσκος δὲ ἄχρις αὐξήσεως ὅλου τοῦ σώματος, ἐς τὰ τετράκις ἑπτά. Ἀνὴρ δ' ἄχρις ἑνὸς δέοντος πεντήκοντα· πρεσβύτης δὲ, ἄχρι πεντήκοντα, ἐς τὰ ἑπτάκις ὀκτώ. Τὸ δὲ ἐντεῦθεν, γέρων. ∆υνατὸν ἐν τριακοστῷ ἔτει αὐτὸν ἄνθρωπον πάππον γενέσθαι. Ἡβᾷν μὲν περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν, ἐν ᾗ σπείρει, τὸ δὲ σπαρὲν ἐντὸς ἐνιαυτοῦ γενόμενον, πάλιν πεντεκαιδεκάτῳ ἔτει τὸ ὅμοιον ἑαυτῷ γεννᾷν. Πᾶν τὴν ἀρχὴν ἔχον, καὶ τέλος ἐπιδέχεται. Τὸ δὲ τέλος ἐπιδεχόμενον, φθορᾶς ἐστι δεκτικόν.

ΤΙΤΛ. Θʹ. -Περὶ τοῦ αὐτεξουσίου· ὅτι δέδοται ἡμῖν παρὰ Θεοῦ, καὶ ἐν ἡμῖν ἐστι

σωθῆναι καὶ ἀπολέσθαι. ∆ιαμαρτύρομαι ὑμῖν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν· τὴν ζωὴν καὶ τὸν

θάνατον δέδωκα ἐπὶ προσώπου ὑμῶν, καὶ τὴν εὐλογίαν, καὶ τὴν κατάραν. Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου εἰμὶ ἐγώ. Κύριος ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ. Παρέθηκέν σοι πῦρ καὶ ὕδωρ, οὗ ἐὰν θέλῃς ἐκτείνοις τὴν χεῖρά σου. Ἐναντία ἄνθρωπον ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ αὐτῷ. Ἰδοὺ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι. Οὐκ οἴδατε, ὅτι ᾧ ἐμπαριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε. Θέλουσιν ὑμῖν εὖ πράττειν, Θεὸς ἕτοιμος εἰς τὸ παρέχειν. Τέθεικα, φησὶ, πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακὸν, δύο ἀντικειμένας φύσεις. Ἀντιστάθμησον αὐτὰς ἐπὶ τοῦ σεαυτοῦ κριτηρίου· ζυγοστάτησον ἀκριβῶς, τί σοι λυσιτελέστερον, τὴν πρόσκαιρον ἑλέσθαι ἡδονὴν, καὶ δι' αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπάθειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου τρυφῆς. Τὰ ἐν ᾄδου κακὰ, οὐχὶ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ' 95.1112 ἡμᾶς αὐτούς. Ἀρχὴ γὰρ καὶ ῥίζα πάσης ἁμαρτίας τὸ ἐφ' ἡμῖν, καὶ τὸ