1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

86

Καὶ εἶπε ∆αβὶδ τῇ Ἀβιγαίᾳ· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπέστειλέ σε σήμερον εἰς ἀπάντησιν, καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ εἶ, ἀποκωλύουσά με σήμερον μὴ εἰσελθεῖν εἰς αἵματα. Τίς ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, καὶ ποικιλτικὴν ἐπιστήμην; Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς. Ὃς εὗρε γυναῖκα ἀγαθὴν, εὗρε χάριτας· ἔλαβε δὲ παρὰ Κυρίου ἱλαρότητα. Ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν, ἐκβάλλει τὰ ἀγαθὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους· ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν. Μὴ ἀστόχει ἀπὸ γυναικὸς σοφῆς καὶ ἀγαθῆς. Ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ χρυσίον. Γυνή σοί ἐστι κατὰ τὴν ψυχήν; μὴ ἐκβάλῃς αὐτήν. Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθὴ, καὶ ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται. Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ· γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. Χάρις γυναι 95.1317 κὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιαίνει ἐπιστήμη αὐτῆς. Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον αὐτῆς, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει. Εἰ ἔστιν ἐπὶ στόματος ἔλεος καὶ πραότης, οὐκ ἔστιν ἀνὴρ αὐτῆς καθ' υἱοὺς ἀνθρώπων. Κάλλος νόμιζε τὴν φρενῶν εὐκοσμίαν, Οὐχ ἣν γράφουσι χεῖρες, καὶ λύει χρόνος. Φιλόδακρύ πως ἀεὶ τὸ θῆλυ γένος, καὶ τὸν νοῦν εἰς ἔλεον εὐδιάθρυπτον ἔχει. Ἀνύποπτον εἰς διαβολὴν δείκνυσι γυναῖκα, τὸ μὴ καλλωπίζεσθαι, μηδὲ μὴν κοσμεῖσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκτενῶς· τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς πολλὰς, ἀποκλείουσαν ὡς οἷόν τε ἑαυτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως, ὡς ἂν προὐργιαίτερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκουρίαν. ΤΙΤΛ. ΙΒʹ. - Περὶ γυναικῶν πονηρῶν καὶ μοιχαλίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας πεπληρωμένων. Ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπήγγειλε Σαμψὼν τῇ ∆αλιδᾷ τὸ πρόβλημα, ὅτι ἐνώχλησεν αὐτόν. Καὶ ἀνήγγειλε τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς. Καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ δῦναι τὸν ἥλιον· Τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; Καὶ εἶπεν αὐτοῖς Σαμψών· Εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου. Εἶπε δὲ Σαμψὼν ∆αλιδᾷ· Πῶς λέγεις, ὅτι Ἠγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστι μετ' ἐμοῦ; τοῦτο τρίτον ἐπλάνησάς με, καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη. Καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν ἐν τοῖς λόγοις αὐτῆς πάσας τὰς ἡμέρας, καὶ ἐστενοχώρησεν αὐτὸν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν, ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ εἶπεν αὐτῇ· Σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι Ναζιραῖος Θεοῦ εἰμι ἀπὸ κοιλίας μητρός μου. Ἐὰν οὖν ξυρήσωμαι, ἀποστήσεται ἀπ' ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω, καὶ ἔσομαι ὡς πάντες ἄνθρωποι. Καὶ εἶδε ∆αλιδὰ ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ ἀπέστειλε, καὶ ἐκάλεσε τοὺς σατράπας πάντας τῶν ἀλλοφύλων λέγουσα· Ἀνάβητε τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέ μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ. Καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν χειρὶ αὐτῶν. Καὶ ἐκοίμισε ∆αλιδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς, καὶ ἐκάλεσε τὸν κουρέα, καὶ ἐξύρησε τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ' αὐτοῦ. Καὶ εἶπε ∆αλιδά· Ἀλλόφυλοι ἐπὶ σὲ, Σαμψὼν, καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, Ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ, καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι Κύριος ἀπέστη ἀπ' αὐτοῦ. Καὶ 95.1320 ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι, καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν Καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς Ἐγενήθη ἐν τῷ καιρῷ γήρους Σολομὼν, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελείως μετὰ Κυρίου, καθὼς ἡ καρδία ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. Τότε ᾠκοδόμησε Σολομὼν ὑψηλὸν τῷ Χαμῶς εἰδώλῳ Μωὰβ, καὶ τῷ βασιλεῖ τῶν υἱῶν Ἄμμων, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ οὕτως ἐποίησε