1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

13

Τίτλ. Βʹ. -Περὶ τοῦ ἄφευκτον εἶναι τὸν Θεόν· καὶ ὅτι πάντα ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λέληθεν.

Οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. Ὁρατής ἐστιν ἔργων χειρῶν ἀνθρώπων· λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράττουσιν. Κύριος πάντα ἐφορᾷ, καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ οἴεται κρύπτειν; Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Ὑψηλὸς Κύριος, καὶ ταπεινὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπομακρόθεν γινώσκει. Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἅδης καὶ ἀπώλεια φανερὰ παρὰ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. Θεὸς ἐγγίζων εἰμὶ ἐγὼ, λέγει Κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν; Εἰ κρυβήσεταί τι ἐν κρυφίοις, κἀγὼ οὐκ ὄψομαι αὐτό; Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος; Κύριος ἀποκαλύψει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν σκότει, καὶ φῶς μετ' αὐτοῦ ἐστι. Τὸ συνέχον τὰ πάντα, γνῶσιν ἔχει φωνῆς· διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς οὐ μὴ λάθῃ, οὐδ' οὐ μὴ παρελεύσεται αὐτὸν ἐλέγχουσα δίκη. Τῶν νεφρῶν αὐτοῦ μάρτυς, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς, καὶ τῆς γλώσσης ἀκουστής. Τὴν σὴν χεῖρα ἐκφυγεῖν ἀδύνατόν ἐστιν. Οἱ ὀφθαλμοὶ Κυρίου μυριοπλάσιον ἡλίου φωτεινότεροι, ἐπιβλέποντες πάσας τὰς ὁδοὺς τῶν ἀνθρώπων. Ἔγνω Κύριος ὁ ὕψιστος πᾶσαν συνείδησιν, καὶ ἐπέβλεψεν εἰς σημεῖον αἰῶνος, ἀπαγγέλλων τὰ παρελθόντα, καὶ τὰ ἐσόμενα, καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων. Οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα· οὐκ ἐκρύβη ὑπ' αὐτοῦ εἷς λόγος. Τὰ μεγαλεῖα αὐτοῦ τῆς σοφίας τῆς κοσμικῆς ἐκόσμησεν, ὅς ἐστι πρὸ τοῦ αἰῶνος, καὶ εἰς τὸν αἰῶνα. Οὐ προσετέθη, οὔτε ἠλαττώθη. Ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι κρυβῆναί τι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ. Ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, κατὰ τὴν 95.1080 εὐδοκίαν αὐτοῦ, οὕτως ἄνθρωπος ἐν χειρὶ τοῦ ποιήσαντος αὐτὸν, ἀποδοῦναι αὐτῷ κατὰ κρίσιν. Πολλὴ ἡ σοφία αὐτοῦ· ἰσχυρὸς ἐν δυναστείᾳ, βλέπων τὰ πάντα, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου. Ζῶν ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Οὐδὲν ἀπρονόητον, οὐδὲν ἀμέλητον παρὰ τῷ Θεῷ. Πάντα σκοπεύει ὁ ἀκοίμητος ὀφθαλμός· πᾶσι πάρεστιν, ἐκπορίζων ἑκάστῳ τὴν σωτηρίαν. Εἰ ἔχινον ἔξω τῆς αὐτοῦ ἐπισκοπῆς ὁ Θεὸς οὐκ ἀφῆκε, τὰ σὰ οὐκ ἐπισκοπεῖ; Οὐδὲν αὐτὸν παρῆλθεν, οὐδὲ μέλλει, ἀλλὰ πάντα ἐνέστηκε, καὶ τὰ πόῤῥωθεν ἡμῖν προσδοκώμενα ὡς ἤδη παρόντα ὑπὸ τοῦ θείου ὀφθαλμοῦ καθορᾶται. Ὁ πανταχοῦ ὣν κατ' οὐδὲν μέρος ἰδιαζόντως καταλαμβάνεται, ἐπίσης περιέχων τὸ πᾶν. Ἅπαντα μέτρῳ καὶ τάξει ποιεῖ ὁ Θεὸς, καὶ οὐδὲν ἄμετρον παρ' αὐτῷ, ὅτι μηδὲν ἀναρίθμητον. Μόνης τῆς θεότητός ἐστι τὸ τῆς διανοίας ὁρᾷν Πάντα πεπλήρωκεν ὁ Θεὸς, καὶ διὰ πάντων διῆλθεν, καὶ κενὸν οὐδὲν, οὐδὲ ἔρημον ἀπολέλοιπεν αὐτοῦ. Ποῖον γάρ τις τόπον ἐφέξει, ἐν ᾧ οὐχ ὁ Θεάς ἐστι; Πρὸ γὰρ παντὸς γενητοῦ ὁ Θεός ἐστι, καὶ εὑρίσκεται πανταχοῦ. Ἔκθεσμος ἅπας καὶ ἔκφυλος, ὁ τὸν τοῦ Θεοῦ ὀφθαλμὸν οἰόμενός τι παρορᾷν.

Τίτλ. Γʹ. -Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν, καὶ τὰ ἔργα αὐτοῦ· καὶ ὅτι οὐ

δεῖ ἡμᾶς τὰ κρυπτὰ ζητεῖν, ἣ περιεργάζεσθαι. Εἶπεν ὁ Θεὸς πρὸς Μωϋσῆν· Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ

ἄνθρωπος τὸ πρόσωπον μου, καὶ ζήσεται. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, καὶ οὐ μὴ δύναμαι πρὸς αὐτήν. Ὁ προστιθεὶς γνῶσιν, προστίθησιν ἄλγημα. Τίνι ὡμοιώσατε Κύριον, ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα