1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

10

υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαιδεύτου. Ζʹ. Περὶ ὑετοῦ καὶ βροχῆς· καὶ ὅτι ἀπὸ γῆς εἰς οὐρανὸν τὰ ὕδατα ἀνάγονται. Ηʹ. Περὶ ὑγείας· καὶ ὅτι πάντων διαφέρει. Θʹ. Περὶ ὑπονοίας· ὅτι χρὴ φεύγειν τὰς ἀφορμὰς τὰς τικτούσας ὑπονοίας κακάς. Ιʹ. Περὶ ὑποσχέσεων, καὶ συντάξεων· καὶ ὅτι δεῖ πληροῦν αὐτὰς ὡς χρὴ, μετὰ ἀληθείας. ΙΑʹ. Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ κενοδόξων. ΙΒʹ. Περὶ ὑπομονῆς, καὶ μακροθυμίας. ΙΓʹ. Περὶ τῶν μὴ ὑπομενόντων, ἀλλ' ὀλιγοψυχούντων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ ὑπακοῆς· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΙΖʹ· οὗ ἡ ἀρχὴ, περὶ πολιτείας σεμνῆς. Στοιχεῖον Φ. Αʹ. Περὶ φιλοξενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεημοσύνης. Βʹ. Περὶ φιλανθρωπίας Θεοῦ, καὶ ἀγαθότητος, καὶ μακροθυμίας· καὶ ὅτι κρεῖττον ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ, ἢ εἰς χεῖρας ἀνθρώπων. Γʹ. Περὶ φυσικῶν. ∆ʹ. Περὶ φήμης· ὅτι οὐ δεῖ ἑκάστῳ πιστεύειν. Εʹ. Περὶ φιλέργων, καὶ σπουδαίων· καὶ ὅτι χρὴ πονεῖν· καὶ ὠφέλειαν γὰρ παρέχει. ϛʹ. Περὶ φιλαρχίας· ὅτι οὐ δεῖ ἀπροὔπτως ἐπιπηδᾷν ταῖς ἀρχαῖς, καὶ τιμῆς καὶ δόξης ὀρέγεσθαι. Ζʹ. Περὶ φίλων χρηστῶν. Ηʹ. Περὶ φίλων τραπέζης, καὶ μοχθηρῶν. Θʹ. Περὶ φιλοτιμουμένων, καὶ μεταδοτικῶν· καὶ ὅτι φιλοτιμία σωτηρίαν προξενεῖ. Ιʹ. Περὶ φειδωλῶν καὶ ἀμεταδότων· καὶ ὅτι οἱ φειδωλίαν νοσοῦντες κινδύνοις περιπίπτουσιν. ΙΑʹ. Περὶ φιλαιτίου, καὶ φιλεγκλήμονος. ΙΒʹ. Περὶ φθόνου, καὶ ζήλου. ΙΓʹ. Περὶ φιλαυτίας· καὶ ὅτι οὐ δεῖ ἑαυτὸν δικαιοῦν, ἢ ἐπαινεῖν. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ φιλονεικούντων· κεῖται ἐνταῦθα ἐν τῷ μ στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ μίσους. Περὶ φρονήσεως· κεῖται ἐνταῦθα ἐν τῷ σ στοιχείῳ τῆς ΙΗʹ· οὗ ἡ ἀρχὴ, περὶ σοφίας. Περὶ φουμιζόντων· κεῖται ἐνταῦθα ἐν τῷ κ στοιχείῳ τῆς Θʹ· οὗ ἡ ἀρχὴ, περὶ κομπαζόντων. Περὶ φροντιζόντων· κεῖται ἐνταῦθα ἐν τῷ θ στοιχείῳ τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ θλιβομένων. Στοιχεῖον Χ. Αʹ. Περὶ χαρισμάτων, καὶ δωρημάτων Θεοῦ· καὶ ὅτι βίῳ σεμνῷ ἀντιδίδονται παρὰ τοῦ ἁγίου Πνεύματος· καὶ ὡς ἀσύγγνωστα πταίουσιν, οἱ τὴν χάριν τοῦ Θεοῦ δώροις καὶ χρήμασι κτᾶσθαι νομίζοντες. Βʹ. Περὶ χαιρεκακίας, καὶ τῶν ἀποδεχομένων τὰ πονηρὰ, καὶ ἀτιμαζόντων τὸν δίκαιον. Γʹ. Περὶ χαλεπῶν, καὶ ἀνοσίων πράξεων. ∆ʹ. Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν κλήσεως. Εʹ. Περὶ ὅτι χρὴ μᾶλλον φοβεῖσθαι Θεὸν, ἢ ἀνθρώπους. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ χηρῶν· κεῖται ἐνταῦθα ἐν τῷ ο στοιχείῳ τῆς Βʹ· οὗ ἡ ἀρχὴ, περὶ ὀρφανῶν. Στοιχεῖον Ψ. Αʹ. Περὶ ψεύδους, καὶ συκοφαντίας. Βʹ. Περὶ ψιθυριστῶν. 95.1069 Στοιχεῖον Ω. Περὶ ὥρας καὶ ἡμέρας θανάτου, καὶ τῆς ἐξόδου ἡμῶν· καὶ ὅτι χρὴ ἡμᾶς εὐτρεπίζεσθαι πρὸς αὐτὴν, καὶ ἐν ᾧ λαμβάνειν τὴν μετάστασιν. Ἕως ὧδε ὁ κώδηξ τῶν τῇδε τῇ βίβλῳ ἐντεταγμένων· ἐπελευσώμεθα λοιπὸν ἐπὶ τὰς ἑκάστου τούτων κατὰ στροφὴν καὶ συντάξεις, πλατύνοντες, καὶ διατρανοῦντες ταῦτα, ὡς οἷόν τε, ἐκ τῶν διὰ Πνεύματος ἁγίου ἐμφερομένων ἐν ἱεροῖς προφητῶν, καὶ ἀποστόλων, καὶ εὐαγγελιστῶν, καὶ διδασκάλων δέλτοις, προαγούσης, καὶ προλαμπούσης πάντων τῆς περὶ τὴν τρισυπόστατον μίαν, καὶ ἀσύγχυτον, καὶ ὁμοούσιον θεότητα θεολογίας· ὅτι ἐξ αὐτῆς ἡ θεία, καὶ σωτήριος, καὶ ζωοποιὸς ἐχαρίσθη ἡμῖν πίστις καὶ ὁμολογία, ἡ δὲ κατὰ φύσιν καὶ εἶδος αὐτῆς ἵδρυσις ἐπ' αὐτῆς εἴσεται μόνῃ τῇ ἁγίᾳ καὶ προσκυνητῇ Τριάδι, κατὰ τὸ εἰρημένον, οὐδεὶς γινώσκει Τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Καὶ, Τὰ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, τὸ ἐρευνῶν τὰ βάθη τοῦ Θεοῦ. Ὧ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ μονογενεῖ καὶ συνάρχῳ Υἱῷ, νῦν τε, καὶ εἰς τοὺς ἀτελευτήτους καὶ ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΙΩΑΝΝΟΥ ΤΟΥ ∆ΑΜΑΣΚΗΝΟΥ ΤΑ ΙΕΡΑ ΠΑΡΑΛΛΗΛΑ.

ΣΤΟΙΧΕΙΟΝ Α.